Εμφάνιση αναρτήσεων με ετικέτα ΑΚΟΛΟΥΘΙΕΣ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΑΚΟΛΟΥΘΙΕΣ. Εμφάνιση όλων των αναρτήσεων

Παρασκευή 1 Δεκεμβρίου 2017

Χαιρετισμοί εἰς τόν Ἅγιο Πορφύριο τόν Καυσοκαλυβίτη


  Κοντάκιον.

Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τοῦ Παρακλήτου τὸν ναὸν τὸν ἁγιώτατον,καὶ τῆς Πανάγνου Θεοτόκου προσφιλέστατον ἀνυμνήσωμεν Πορφύριον ἐκ καρδίας.
Ἀγαπᾷ γὰρ καὶ ἰᾶται πάντας, καὶ φρουρεῖ,καὶ πρεσβεύει, ἵνα τύχωμεν θεώσεως.
Ὅθεν κράζομεν· χαίροις, πάτερ Πορφύριε.
 
Ἄσημος καὶ τῷ κόσμῳ ἀφανὴς διετέλεις,ποιμὴν τῶν τοῦ πατρός σου προβάτων.Καὶ τὴν τοῦ Καλυβίτου ζωὴνμελετῶν, ἐν ζήλῳ ἔσπευσας, ὅσιε,
μιμήσασθαι τὸν βίον του·κραυγάζομέν σοι ὅθεν ταῦτα·
 
Χαῖρε, ποιμὴν λογικῶν προβάτων·
χαῖρε, παθῶν κρουνὲ ἰαμάτων.
Χαῖρε, τῆς ἁγνείας ὁ φίλος ὁ ἔνθερμος·
χαῖρε, ἀποῤῥήτων ὁ μύστης ὁ ἔνθεος.

Χαῖρε, σκεῦος καθαρώτατον τῆς τοῦ Πνεύματος μονῆς·
χαῖρε, ὄργανον κατάλληλον θείας χάριτος ῥοῆς.
Χαῖρε, ὅτι ὑπάρχεις ὁδηγὸς τοῖς ἀνθρώποις·
χαῖρε, ὅτι ἐξάρχεις ἀθλητῶν ἐν τοῖς κόποις.
Χαῖρε, ἀστὴρ φωτίζων μυστήρια·
χαῖρε, ἡμῖν διδάσκων σωτήρια.
Χαῖρε, Εὐβοίας ὁ ἔνδοξος γόνος·
χαῖρε, δι’ οὗ ἐξαλείφεται πόνος.
Χαίροις, πάτερ Πορφύριε.
 
Βήμασι σῶν γερόντων ἠκολούθεις ἀσκήσει,τὸν βίον τούτοις ὅμοιον ἔχων.
Καυσοκαλυβίων ἀσκητὴς ἀπαράμιλλος ὑπακοῇ δέδειξαι,διδάσκων ταπεινότατα Θεῷ τοὺς προσκυνοῦντας ψάλλειν·
 
Ἀλληλούϊα.
 
Γνῶσιν ἄῤῥητον, πάτερ, ὁ Θεὸς δέδωκέ σοι,βραβεύων τὴν ἁγίαν ζωήν σου·
καὶ ἰάσεις παθῶν χορηγεῖ καὶ μυστήριά σε ἐρευνᾶν δίδωσι,ἀνθρώπων εὐεργέτην σε δεικνύς,τῶν κραυγαζόντων οὕτω·
 
Χαῖρε, ὁ μύστης γνώσεως θείας·
χαῖρε, ἐρῶν ζωῆς τῆς ἁγίας.
Χαῖρε, νοημάτων Θεοῦ ὁ ἐξάγγελος·
χαῖρε, ἀθλητῶν τοῦ Χριστοῦ ὁ ἰσάγγελος.
Χαῖρε, ὄμμα καθαρώτατον ἐξετάζον τὰ κρυπτά·
χαῖρε, στόμα ἱερώτατον ἑρμηνεῦον μυστικά.
Χαῖρε, τῶν ἱερέων σεμνὸν ἐγκαλλώπισμα·
χαῖρε, τῶν ἀθλουμένων ἐν Ἄθωνι κόσμημα.
Χαῖρε, πολλοῖς παρέχων βοήθειαν·
χαῖρε, λαλῶν ἡμῖν τὴν ἀλήθειαν.
Χαῖρε, σοφὲ ἰατρὲ νοσημάτων·
χαῖρε, πηγὴ τῶν ψυχῆς ἰαμάτων.
Χαίροις, πάτερ Πορφύριε.
 
Δόκιμος ἀνεδείχθης παλαιστὴς τοῦ Βελίαρ,συντρίψας αὐτὸν τῇ ταπεινώσει.
Καὶ τὸ γέρας τῆς νίκης λαβών,ἀπεστάλης κόσμῳ βοηθός, ὅσιε,ποιμαίνων καὶ ἰώμενος βοῶντας εὐγνωμόνως οὕτως·
 
Ἀλληλούϊα.
 
Ἔχων ἐν τῇ ψυχῇ σου τὰ χαρίσματα, πάτερ,ἀνέδραμες πρὸς τὴν σὴν πατρίδα.Καὶ ἐν τῇ Χαραλάμπους μονῇ ἀσκούμενος καὶ διακονῶν, ὅσιε,
ἰάτρευες τοὺς πάσχοντας ,ὡς ψάλλειν ἐν χαρᾷ τοιαῦτα·
 
Χαῖρε, χαρὰ ἁπάσης Εὐβοίας·
χαῖρε, καρπὲ πολλῆς εὐσεβείας.
Χαῖρε, ἐρευνῶν μυστικὰ συνειδήσεων·
χαῖρε, διαλύων πλοκάμους συγχύσεων.
Χαῖρε, ἄνθρωπε οὐράνιε, γῆν οἰκήσας ταπεινῶς·
χαῖρε, ἄγγελε ἐπίγειε, δι’ ὃν χαίρει οὐρανός.
Χαῖρε, ὅτι πικρίας καρδιῶν ἀφανίζεις·
χαῖρε, ὅτι χαρὰν καὶ ἐλπίδα χαρίζεις.
Χαῖρε, χορῶν ἀγγέλων ὁ μέτοχος·
χαῖρε, χαρᾶς καὶ λύπης συμμέτοχος.
Χαῖρε, Θεοῦ πρὸς ἡμᾶς εὐλογία·
χαῖρε, ἡμῶν ἡ χαρὰ καὶ ὑγεία.
Χαίροις, πάτερ Πορφύριε.
 
Ζῆλον ἔχων, θεόφρον,ἐπιστρέψαι ὡς πλείους τῇ μάνδρᾳ τοῦ Χριστοῦ, τοῦ σωθῆναι,εἰς Ἀθήνας ἦλθες ταπεινός·ἐν ναϋδρίῳ δὲ ὑπηρετῶν ἔσῳζες
πολλοὺς εἰς σὲ προστρέχοντας,ὡς κράζειν τῷ Κυρίῳ οὕτως·
 
Ἀλληλούϊα.
 
Ἤθλεις ἐν Ὁμονοίᾳ καταπλήσσων τοὺς πάντας ,ὡς ἄγγελος οἰκῶν Βαβυλῶνα.Καὶ ἐγένου ἐν ταῖς Ἀθήναις ἰατρὸς καὶ πᾶσιν ὁδηγός, ὅσιε,πολλοὺς Χριστῷ ἀνάγων,ὥστε κράζειν σοι σωθέντας ταῦτα·
 
Χαῖρε, δι’ οὗ ὁ Χριστὸς ὑμνεῖται·
χαῖρε, ἐξ οὗ ὁ ἐχθρὸς φοβεῖται.
Χαῖρε, Ἐκκλησίας Ἑλλάδος τὸ καύχημα·
χαῖρε, τῆς Εὐβοίας λαμπρὸν τὸ διάδημα.
Χαῖρε, ὅτι σὴν καρδίαν ἀεὶ εἶχες καθαράν·
χαῖρε, ὅτι καὶ μυστήρια ἠξιώθης διορᾶν.
Χαῖρε, ὁ τοὺς ἀγῶνας νικηφόρως ἀνύσας·
χαῖρε, τὴν τεθλιμμένην ἀτραπὸν διανύσας.
Χαῖρε, πολλῇ ὑψωθεὶς ταπεινώσει·
χαῖρε, σοφίζων ἁπλοῦς θείᾳ γνώσει.
Χαῖρε, εἰς ὃν Ἀθηναῖοι προστρέχουσι·
χαῖρε, δι’ οὗ εἰς Χριστὸν ἐπιστρέφουσι.
Χαίροις, πάτερ Πορφύριε.
 
Θαύματα ἐπετέλεις ἀφανῶς ἀσθενέσι ταῖς θείαις προσευχαῖς σου, παμμάκαρ.Καὶ τὰς τῶν ἰαθέντων τιμὰς Γερασίμῳ ἔνεμες σεμνῶς, ὅσιε.Διό σου τὴν ταπείνωσιν ἐδόξαζον Χριστῷ βοῶντες·
 
Ἀλληλούϊα.
 
Ἴον, μύρον εὐῶδες ἀποπνέον ἐν κόσμῳ, ἐδείχθης, ὁσιώτατε πάτερ.Καὶ λαὸς εὐφραίνετο ἐν σοὶ πάμπολυς πιστῶς σε ἀσπαζόμενος,καὶ κράζων ἐν χαρᾷ τοιαῦτα·
 
Χαῖρε, πολλοὺς ὁ τῇ πίστει στηρίζων·
χαῖρε, ἀγάπην λαοῦ ὁ θερίζων.
Χαῖρε, ἱερέων ὁ τύπος ὁ ἄριστος·
χαῖρε, ὁ κανὼν εὐσεβείας ὁ ἄπταιστος.
Χαῖρε, ἄνθος παραδείσιον ἐξανθῆσαν ἐπὶ γῆς·
χαῖρε, ποταμὲ βαθύῤῥοε εὐσπλαγχνίας καὶ στοργῆς.
Χαῖρε, τῆς Ἐκκλησίας ὁ σεμνὸς ὑπηρέτης·
χαῖρε, ὑπὲρ ἀλγούντων ἐν δεινοῖς ὁ εὐχέτης.
Χαῖρε, κλεινὸν τῆς χάριτος οἴκημα·
χαῖρε, λαμπρὸν πιστῶν τὸ ἐντρύφημα.
Χαῖρε, οἰκῶν ἐν Θεοῦ Βασιλείᾳ·
χαῖρε, στολίσας πολλοὺς εὐσεβείᾳ.
Χαίροις, πάτερ Πορφύριε.
 
Κόσμον ὅλον ἠγάπας, εἰ καὶ πάντα ἠρνήθης τὰ τερπνὰ καὶ ἡδέα τοῦ κόσμου.Μύστης ὄντως τῶν ἐν οὐρανοῖς,διηκόνεις πάντας ἐν χαρᾷ, ἅπαντα εὐχαῖς σου ἁγιάζων,καὶ διδάσκων πᾶσι ψάλλειν οὕτως·
 
Ἀλληλούϊα.
 
Λάμψις ὅλη ἡλίου περιέβαλε, πάτερ,σεπτήν τε πολιὰν κεφαλήν σου,
ἐπισκεπτομένου σε Θεοῦ, χάριτι,ποιοῦντός τε ἰᾶσθαί σε τοὺς ἀσθενοῦντας,ὥστε ψάλλειν·
 
Χαῖρε, πλασθεὶς φωτὸς Θαβωρίου·
χαῖρε, γευθεὶς ζωῆς οὐρανίου.
Χαῖρε, τοῦ Χριστοῦ ἱερεὺς εὐλαβέστατος·
χαῖρε, ἐντολῶν τηρητὴς ἀκριβέστατος.
Χαῖρε, σκήνωμα ἁπλότητος καὶ ἀγάπης θεϊκῆς·
χαῖρε, ἔμπλεως γενόμενος θεωρίας μυστικῆς.
Χαῖρε, ὅτι ἐφάνης ἡ λαμπὰς τῆς ἁγνείας·
χαῖρε, ὅτι ἐδείχθης κοινωνὸς ἀπαθείας.
Χαῖρε, ὁ χαρὰν πρὸς ὅλους σκορπίσας·
χαῖρε, ὁ Χριστὸν σφοδρῶς ἀγαπήσας.
Χαῖρε, ἀεὶ πρὸς Θεὸν μεσιτεύων·
χαῖρε, Παρθένον ἁγνὴν ἱκετεύων.
Χαίροις, πάτερ Πορφύριε.
 
Μέγας ἐν τοῖς ὁσίοις ἀθλητὴς ἀνεδείχθης,ταπείνωσιν τὴν ἄκραν ἀσκήσας
καὶ ἀγάπην πολλὴν ἐν ταὐτῷ.Καὶ δαιμόνων φόβος καὶ κλαυθμὸς γέγονας
διώκων τούτους, ὅσιε,ὡς χαίροντας ἡμᾶς συμψάλλει
 
Ἀλληλούϊα.
 
Νοῦς ὁρῶν ταῖς ἀκτίσι Παρακλήτου ἐφάνης καὶ μύστης φοβερῶν καὶ ἀῤῥήτων. Ἑρμηνεύων δ’ ἀνθρώποις αὐτά,καὶ προφήτης ὄντως δέδειξαι, ὅσιε, μηνύων τὰ συμφέροντα τοῖς κράζουσιν ἐν θάμβει οὕτως·
 
Χαῖρε, ἀποῤῥήτων Θεοῦ ὁ προφήτης·
χαῖρε, ὁ τῶν λόγων Χριστοῦ ὑποφήτης.
Χαῖρε, ὁ αἰδέσιμος πᾶσι καὶ τίμιος·
χαῖρε, ἀληθείας ἡ βάσις στερέμνιος.
Χαῖρε, δῶρον τὸ θεόσταλτον, προσφερόμενον ἡμῖν·
χαῖρε, πάντων καταφύγιον ναυαγῶν καὶ ὁ λιμήν.
Χαῖρε, ὁ χορηγῶν τοῖς ἀσθενέσιν ἰάσεις·
χαῖρε, ὁ ἐρευνῶν τὰ μυστικὰ διοράσει.
Χαῖρε, καρπὸν τρυγήσας θεώσεως·
χαῖρε, τυχὼν καλῆς ἀλλοιώσεως.
Χαῖρε, ναὲ οὐρανίου σοφίας·
χαῖρε, στολὴν ὁ πλουτῶν παῤῥησίας.
Χαίροις, πάτερ Πορφύριε.
 
Ξένα πάντως ποιῶν συ,καταπλήττεις τὸν κόσμον τὸν νοῦν εἰς οὐρανοὺς ἀνατείνων,ἀπελαύνων εὐχῇ δαίμονας φρικτούς,θεραπεύων πάντα πάθη δυσίατα,γνωστὰ ποιῶν ἀπόκρυφα πιστοῖς,οἳ τῷ Χριστῷ βοῶσιν·
Ἀλληλούϊα.
 
Ὅλος ἦσθα ἐν κόσμῳ, καὶ συνάμα μετεῖχες τῆς τοῦ Ἄθωνος τερπνῆς ἐρημίας.Ἡ καρδία σου ἦν ἐν αὐτῇ καὶ οὐδόλως ἀπῆσθα αὐτῆς πνεύματι.Ἐν Καυσοκαλυβίοις κοιμηθέντι δέ, βοῶμεν ταῦτα·
 
Χαῖρε, χαράν, εἰρήνην ὁ ἔχων·
χαῖρε, δ’ ἡμῖν ὁ ταῦτα παρέχων.
Χαῖρε, μοναζόντων ἀσύγκριτον ἄκουσμα·
χαῖρε, ἀσκουμένων ἐν κόσμῳ τὸ καύχημα.
Χαῖρε, ἀηδὼν γλυκύλαλος βίου ἡσυχαστικοῦ·
χαῖρε, ὁ πετῶν χρυσάετος νόου διορατικοῦ.
Χαῖρε, ὅτι ὑδάτων ἐντοπίζεις τὰς φλέβας·
χαῖρε, ὁ καὶ ἀπίστων ἀποσπάσας τὸ σέβας.
Χαῖρε, ἐν ᾧ σεμνύνονται γέροντες·
χαῖρε, δι’ οὗ καθαίρονται πταίοντες.
Χαῖρε, πολλῶν ἀσθενῶν ἡ ὑγεία·
χαῖρε, Χριστοῦ ἀληθὴς μαρτυρία.
Χαίροις, πάτερ Πορφύριε.
 
Πάτμῳ ἀποκαλύψεις ἠξιώθης ἰδεῖν τεκαὶ ἀκοῦσαι ὡς ὁ Ἰωάννης.Καὶ ἀρθεὶς ἐν ἐκστάσει μικρᾷ,ἐθεώρεις πάντα φοβερά, ὅσιε,καὶ ἔμφοβος πρὸς Κύριον ἐβόας εὐγνωμόνως οὕτως·
 
Ἀλληλούϊα.
 
Ῥώμην ἔχων ἐξ ὕψους Παρακλήτου τε χάριν,ἐδείχθης θεοφόρος ἐν κόσμῳ. Τὴν τοῦ μύρου ἀπέπνεις ὀσμήν·ἐθεάθης πάσχοντας ἐπισκέπτεσθαι, ἁγίους δ’ ὑποδέχεσθαι. Θαυμάζοντες διὸ βοῶμεν·
 
Χαῖρε, ὁ θείας ἰδὼν ὁράσεις·
χαῖρε, παρέχων ἡμῖν ἰάσεις.
Χαῖρε, καθ’ ὕπαρ ὁ ἁγίους δεχόμενος·
χαῖρε, ἀθέατος ἀέρι πετόμενος.
Χαῖρε, ἅγιε ἐγκόσμιε ταπεινώσει ὑψωθείς·
χαῖρε, πάμπολλα χαρίσματα Παρακλήτου ὁ δεχθείς.
Χαῖρε, τῶν Ἀθηναίων τὰς καρδίας ἡδύνας·
χαῖρε, ἀσθενειῶν σου ὑπομείνας ὀδύνας.
Χαῖρε, πηγὴ ἰάματα βρύουσα·
χαῖρε, αὐγὴ ἐρέβη φωτίζουσα.
Χαῖρε, ὁ γνοὺς τὸν Θεὸν καὶ ποθήσας·
χαῖρε, πολλοὺς εἰς Χριστὸν ὁ ζωγρήσας.
Χαίροις, πάτερ Πορφύριε.
 
Σάλον τὸν ἐν καρδίαις καταπαύεις εὐχαῖς σου, γαλήνην χορηγῶν ἡμῖν, πάτερ.Καταυγάζεις σκότος τοῦ νοὸς καὶ ἐμπνέεις ὕμνους πρὸς Θεόν, ὅσιε. Διόπερ εὐγνωμόνως ἀνυμνοῦντες τῷ Θεῷ βοῶμεν·
 
Ἀλληλούϊα.
 
Τέλειος ἀπεδείχθηςὡς ποιμὴν τῶν ἀνθρώπων,τὴν ψυχήν σου τιθεὶς ὑπὲρ τούτων. Ἀποκόπτων γὰρ θέλημα σόν, ἐμαρτύρεις καθ’ ἡμέραν, ὅσιε,
γενόμενος διάκονος τῶν ἐν χαρᾷ πρός σε βοώντων·
 
Χαῖρε, Χριστὸν ἐν πόθῳ ζητήσας·
χαῖρε, αὐτοῦ τῇ πίστει ἀθλήσας.
Χαῖρε, ἀπαθείας λαμπρὸν ἐνδιαίτημα·
χαῖρε, ἐκπληρῶν εὐσεβούντων πᾶν αἴτημα.
Χαῖρε, νοῦς ὁ καθαρώτατος μυστηρίων θεωρός·
χαῖρε, πάντων, ἐν πολέμοις τοῦ Βελίαρ, ὁ φρουρός.
Χαῖρε, ὁ ἀψηφῶν τὰς ἀπειλὰς τοῦ δολίου·
χαῖρε, ὁ ἐντρυφῶν ἐν διδαχαῖς τοῦ Κυρίου.
Χαῖρε, σεπτὴ εἰκὼν τῆς πραότητος·
χαῖρε, πολλῆς τυχὼν ἱλαρότητος.
Χαῖρε, δι’ οὗ Ἐκκλησία ὑμνεῖται·
χαῖρε, δι’ οὗ ἀπιστία κλονεῖται.
Χαίροις, πάτερ Πορφύριε.
 
Ὕμνους εὐχαριστίας,ἐκ δεινῶν λυτρωθέντες, προσφέρομεν τῇ σῇ εὐσπλαγχνίᾳ. Ἀγαπήσας γὰρ ὡς τέκνα ἡμᾶς, τὰς ἀγκάλας εἶχες ἀνοικτάς, ὅσιε,ἀεὶ τοῦ θάλπειν ἅπαντας καὶ στέγεις τοὺς πρὸς Κύριον βοῶντας·
 
Ἀλληλούϊα.
 
Φωτοφόρος ἐφάνης προσευχόμενος, πάτερ,ἐκπλήξας εὐσεβεῖς σὲ ἰδόντας.
Τὸ γὰρ ἄϋλον ἤστραπτε φῶς χορηγόν σοι γνῶσιν ἐρευνᾶν ἄῤῥητα,
ἰᾶσθαί τε νοσήματα τῶν μελῳδούντων σοι τοιαῦτα·
 
Χαῖρε, λαμπὰς Χριστοῦ πυρφόρε·
χαῖρε, πατὴρ ἀληθῶς Χριστοφόρε.
Χαῖρε, εὐσεβείας πηγὴ ἡ ἀστείρευτος·
χαῖρε, ἀληθείας φωνὴ ἀδιάψευστος.
Χαῖρε, ὅτι σῷ χαρίσματι Κύπρῳ εἶδες εἰσβολήν·
χαῖρε, ὅτι ἀποτρέπεις τῶν δαιμόνων προσβολήν.
Χαῖρε, τὴν ἡσυχίαν ἐκ ψυχῆς ὁ ποθήσας·
χαῖρε, ποιμαντικὴν ταπεινῶς ὁ ἀσκήσας.
Χαῖρε, Χριστῷ τὴν ἀγάπην ἐκφαίνων·
χαῖρε, ψυχὰς τεθλιμμένων εὐφραίνων.
Χαῖρε, μονῆς σου φρουρὸς καὶ προστάτης·
χαῖρε, πολλῶν ἐν δεινοῖς παραστάτης.
Χαίροις, πάτερ Πορφύριε.
 
Χάριν ἔλαβες, πάτερ, καὶ πηγὰς ἐντοπίζειν ὑδάτων, ἐν τῷ βάθει γῆς ὄντων.Καὶ πολλοῖς ὑπέδειξας αὐτάς, ὥστε γεωλόγους ἀπορεῖν, ὅσιε, χαίρειν δὲ γαιοκτήμονας καὶ κράζειν εὐχαρίστως·
 
Ἀλληλούϊα.
 
Ψάλλοντες εὐφροσύνως χαρισμάτων σου πλῆθος, ὑμνοῦμεν Παναγίαν Τριάδα.Ὑπ’ αὐτῆς ἀνεδείχθης ἀνὴρ διορατικὸς καὶ βρύων ἰάματα, φωτίζων τε μυστήρια,ἐμπνέων δὲ βοᾶν σοι πάντας·
 
Χαῖρε, πασῶν ἀρετῶν ἡ ἀκρότης·
χαῖρε, ζωῆς ἐν ἁγνείᾳ πιστότης.
Χαῖρε, εὐσεβείας θεμέλιος ἄῤῥηκτος·
χαῖρε, ἀληθείας κρουνὸς ὁ ἀείρυτος.
Χαῖρε, κρίνον τὸ ἡδύπνοον παραδείσου μυστικοῦ·
χαῖρε, ἄστρον φαεινότατον οὐρανοῦ πνευματικοῦ.
Χαῖρε, τῆς Ἐκκλησίας λαμπρότης καὶ δόξα·
χαῖρε, τοῦ ἀντιπάλου συντρίβων τὰ τόξα.
Χαῖρε, Εὐβοίας ὁ θεῖος Εὐάγγελος·
χαῖρε, χαρᾶς, ἐλπίδος τε ἄγγελος.
Χαῖρε, παθῶν μιαρῶν ὁ καθαίρων·
χαῖρε, ψυχὰς πρὸς οὐράνια αἴρων.
Χαίροις, πάτερ Πορφύριε.
 
Ὦ τρισόλβιε πάτερ, ἀσκητῶν ὡραιότης,Πορφύριε, ἁπάντων προστάτα· (γ΄)
μετ’ ἀγγέλων Χριστὸν ἀνυμνῶν,μετανοίας δάκρυα ἡμῖν πάρεχε,καὶ Παραδείσου αἴτησον ἀπόλαυσιν τοῖς συμβοῶσιν·
 
Ἀλληλούϊα.
 
Καὶ αὖθις τὸ Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
 
Τοῦ Παρακλήτου τὸν ναὸν τὸν ἁγιώτατον,
καὶ τῆς Πανάγνου Θεοτόκου προσφιλέστατον
ἀνυμνήσωμεν Πορφύριον ἐκ καρδίας.
Ἀγαπᾷ γὰρ καὶ ἰᾶται πάντας, καὶ φρουρεῖ,
καὶ πρεσβεύει, ἵνα τύχωμεν θεώσεως.
Ὅθεν κράζομεν· χαίροις, πάτερ Πορφύριε.
 
Δίστιχον.
 
Παράσχου, Πορφύριε, χαράν, ὑγείαν τῷ, χαῖρε, βοῶντί σοι νῦν Εὐαγγέλῳ.
 


http://hristospanagia3.blogspot.gr/

Τετάρτη 8 Νοεμβρίου 2017

Ἀκολουθία τοῦ Μικροῦ Ἁγιασμοῦ

Στὸ Εὐχολόγιο τῆς Ὀρθοδόξου Ἐκκλησίας μας ὑπάρχει μία ἀκολουθία πολὺ διαδεδομένη. Αὐτὴ φέρει τὸν τίτλο: «Ἀκολουθία τοῦ Μικροῦ Ἁγιασμοῦ». Ὡς ἀκολουθία τῆς Ἐκκλησίας μας ἀνήκει στὶς μυστηριακὲς τελετές. Δηλ. μὲ τὴν ἐπενέργεια τῆς ἐπικλήσεως τοῦ Παναγίου Πνεύματος διὰ τῶν ἱερῶν καθαγιαστικῶν εὐχῶν καθίσταται τὸ νερό, ἁγιασμός.
Ὁ Μικρὸς Ἁγιασμὸς τελεῖται ἀνὰ πᾶσα στιγμὴ καὶ σὲ κάθε περίπτωση καὶ περίσταση. Αὐτὸ σημαίνει ὅτι πρῶτα τελεῖται τὸ κύριο μέρος τῆς ἀκολουθίας καὶ στὸ τέλος ἀνάλογα μὲ τὴν περίσταση προστίθεται μία ἤ περισσότερες εὐχὲς σχετικὲς μὲ τὸ αἴτημα τῶν πιστῶν ποὺ τελοῦν αὐτὴν τὴν ἀκολουθία. Π.χ. προσκαλεῖται ὁ ἱερέας νὰ τελέσει Μικρὸ Ἁγιασμὸ σὲ νέα οἰκία ἐνοριτῶν του.


Ὁ ἱερέας διαβάζει τὸν γνωστὸ Μικρὸ Ἁγιασμὸ καὶ στὸ τέλος προσθέτει τὴν ἰδιαίτερη «εὐχὴ ἐπὶ θεμελίου οἴκου» ἤ «εὐχὴ ὅταν μέλλῃ τις εἰσελθεῖν εἰς οἶκον νέον» (βλ. Μικρὸν Εὐχολόγιον). Θὰ λέγαμε μὲ ἁπλὰ λόγια ὅτι ὁ Μικρὸς Ἁγιασμὸς εἶναι μιὰ ἀκολουθία ποὺ συνδέεται καὶ ταιριάζει μὲ ὅλες τὶς ἐκφάνσεις τῆς ζωῆς τοῦ ἀνθρώπου.
http://hristospanagia3.blogspot.gr/

Δευτέρα 14 Αυγούστου 2017

ΑΓΙΑΣΤΙΚΕΣ ΠΡΑΞΕΙΣ: Ἡ Ἀκολουθία τῆς Ἀρτοκλασίας


 Ἡ Ἀκολουθία τῆς Ἀρτοκλασίας εἶναι μιὰ μικρὴ σχετικῶς ἀκολουθία ἡ ὁποία σύμφωνα μὲ τὸ Τυπικὸ ἀποτελεῖ μέρος τοῦ Μεγάλου Ἑσπερινοῦ τῶν Ἀγρυπνιῶν τῶν Δεσποτικῶν καὶ Θεομητορικῶν ἑορτῶν καὶ τῶν ἑορτῶν τῶν μεγάλων Ἁγίων, οἱ ὁποῖοι σύμφωνα μὲ μοναστηριακὰ Τυπικὰ ἑορτάζονται μὲ Ἀγρυπνία. Τελεῖται κατὰ τὴν ἀκρίβεια στὸ τέλος τοῦ Μεγάλου Ἑσπερινοῦ, ἀκόμα καὶ στὸ τέλος τοῦ Ὄρθρου ἢ τῆς Θείας Λειτουργίας ἢ καὶ αὐτοτελῶς.

 Ἡ σύγχρονη λειτουργικὴ ἔρευνα ἔχει καταδείξει ὅτι ἕλκει τὴν καταγωγή της ἀπὸ τὶς ἀρχαῖες ἀγάπες, τὰ κοινὰ δεῖπνα ποὺ τελοῦνταν κατὰ τὴν ἑβδομαδιαία ἑσπερινὴ σύναξη τῆς Ἐκκλησίας. Συγκεκριμένα μετὰ τὴν ἀποδέσμευση τῆς Θείας Εὐχαριστίας ἀπὸ τὸ δεῖπνο καὶ τὴν μεταφορά της μετὰ τὴν ὀρθρινὴ (πρωϊνὴ) Ἀκολουθία παρέμεινε κάποια εὐλογία ἄρτου καὶ οἴνου στὴν ἑσπερινὴ σύναξη τῶν Χριστιανῶν, ἡ ὁποία μάλιστα διέσωσε καὶ τὸν ἀρχαῖο ὅρο «κλάσις τοῦ ἄρτου». Βεβαίως πρέπει νὰ τονισθεῖ ὅτι δὲν ἀπετέλεσε ποτὲ μυστήριο αὐτὴ ἡ εὐλογία τοῦ ἄρτου καὶ τοῦ οἴνου.
 Ἔχει ἐπίσης ἀποδειχθεῖ ἡ σχέση τῆς τελετῆς αὐτῆς μὲ τὰ νεκρόδειπνα, τὰ ὁποῖα ἐλάμβαναν χώρα μετὰ τὴν κηδεία ἀλλὰ καὶ κατὰ τὴν τέλεση τῶν μνημοσύνων τῶν κεκοιμημένων χριστιανῶν ὅπως ἐπίσης καὶ κατὰ τὶς μνῆμες τῶν ἁγίων.
http://hristospanagia3.blogspot.gr/

Τρίτη 11 Απριλίου 2017

«Τήν ὥρα, ψυχή, τοῦ τέλους ἐννοήσασα καί τήν ἐκκοπήν τῆς συκῆς δειλιάσασα, τό δοθέν σοι τάλαντον φιλοπόνως ἔργασαι, ταλαίπωρε, γρηγοροῦσα καί κράζουσα· Μή μείνωμεν ἔξω τοῦ νυμφῶνος Χριστοῦ».


Τό Κοντάκιον
μετά τήν ἀνάγνωσιν τοῦ Εὐαγγελίου
(Ματθ. 22, 15–23, 39) 

«Τήν ὥρα, ψυχή, τοῦ τέλους ἐννοήσασα καί τήν ἐκκοπήν τῆς συκῆς δειλιάσασα, τό δοθέν σοι τάλαντον φιλοπόνως ἔργασαι, ταλαίπωρε, γρηγοροῦσα καί κράζουσα· Μή μείνωμεν ἔξω τοῦ νυμφῶνος Χριστοῦ».
Ἀφοῦ σκεφτεῖς, ψυχή μου, τήν ὥρα τοῦ τέλους (τῆς ἐπίγειας ζωῆς, δηλαδή τό θάνατο) καί φοβηθεῖς ἀπό τό πάθημα τῆς ἐκκοπῆς τῆς συκῆς, μέ φιλοπονία δούλεψε, ταλαίπωρη τό τάλαντο πού σοῦ ἐμπιστεύτηκε ὁ Θεός, μένοντας ἄγρυπνη καί κράζοντας· νά μή μείνουμε ἔξω ἀπό τό νυμφώνα τοῦ Χριστοῦ.
Τό κοντάκιο εἶναι πολύ κατανυκτικό. Παρουσιάζει τόν πιστό, πού μέ εὐλάβεια γιορτάζει τά πάθη τοῦ Χριστοῦ, νά ἀνοίγει διάλογο μέ τήν ψυχή του. Ψυχή μου, τῆς λέγει, σκέψου καλά τό ἐπικείμενο τέλος τῆς ζωῆς σου, τήν κρίσιμη ἐκείνη ὥρα, πού θ᾽ ἀπορρίψεις νεκρωμένο τό σῶμα σου στό μνῆμα. Θ᾽ ἀποκολληθεῖς ἀπό τίς σωματικές αἰσθήσεις σου, καί θά βρεθεῖς σ᾽ ἕνα καινούργιο κόσμο, πού ὥς τώρα ἀγνοοῦσες. Καί μάλιστα ὅτι θά λογοδοτήσεις σέ πρώτη φάση στόν Πλάστη σου καί θά κριθεῖς. Ὧρες πραγματικά κρίσιμες καί φοβερές!

Δευτέρα 24 Οκτωβρίου 2016

Γιατί οἱ μητέρες πηγαίνουν τά βρέφη στήν Ἐκκλησία σαράντα μέρες μετά τή γέννησή τους;


Η γυναίκα, έπειτα από την κύηση χρειάζεται ένα διάστημα ώστε να επανέλθει και πάλι στην προ του τοκετού κατάσταση. 
Ο σαραντισμός είναι μια πανάρχαια λειτουργική πράξη της εκκλησίας μας.
Γίνεται σήμερα ως προτύπωση της Υπαπαντής του Κυρίου ημών Ιησού Χριστού και οι γυναίκες συμβολίζουν την Παναγία, η οποία έφερε στις αγκάλες της τον Υιόν της και τον πρόσφερε στον ναό ως θυσίαν «ευπρόσδεκτη».
Κατά το πρότυπο της Παναγίας,λοιπόν, η μητέρα έπειτα από σαράντα ημέρες πηγαίνει το βρέφος στο ναό για δυο λόγους. Πρώτον, για να εισάγει το βρέφος στο ναό, ώστε αυτό να μπορεί στη συνέχεια να βαπτισθεί και να συμμετάσχει στην εν Χριστώ λατρευτική ζωή, και δεύτερον για να καθαρισθεί και αυτή “από πάσης αμαρτίας και από παντός ρύπου…ίνα αξιωθεί ακατακρίτως μετασχείν των αγίων Μυστηρίων”. Με αυτό τον τρόπο εισέρεται στην κανονική εκκλησιαστική ζωή , που λόγω της γέννας στερήθηκε για σαράντα ημέρες.
Όλα αυτά γίνονται προς μίμηση του σαραντισμού του Κυρίου.
http://hristospanagia3.blogspot.gr/

Παρασκευή 16 Σεπτεμβρίου 2016

Γέροντας Σωφρόνιος: "Μήν ἔρχεστε στήν ἀκολουθία χωρίς νά θερμάνετε τίς καρδιές σας μέ προσευχή. Προηγουμένως προσευχηθεῖτε τουλάχιστον γιά δέκα λεπτά".


Με   ποιον άλλον τρόπο μπορούμε να κρατήσουμε τον νου μας προσηλωμένο στον Θεό, αν όχι με την επίκληση του Ονόματος του Ιησού Χριστού;  Διότι το όνομά Του είναι αχώριστο από το Πρόσωπό Του και προσηλώνοντας τον νου μας στο Όνομα του Θεού ζούμε στην παρουσία του Προσώπου Του. 
Γι΄αυτόν τον λόγο ο Άγιος Θεοφάνης ο Έγκλειστος στις επιστολές Του δίνει την ακόλουθη συμβουλή: "Αμέσως μόλις σηκώνεστε το πρωί στερεώστε τον νου σας στην καρδιά μέσα στην παρουσία του Θεού, για να ενεργεί όλη την ημέρα!". 

Τετάρτη 16 Μαρτίου 2016

Τά ἄμφια τῶν κληρικῶν

Ἄμφια τῶν Κληρικῶν

Ἀπὸ τὸν 3ο αἰώνα μ.Χ., παράλληλα με τὴν διαμόρφωση ξεχωριστῶν χώρων γιὰ τὴν τέλεση τῆς Θείας Εὐχαριστίας χρησιμοποιοῦνται στὴν ἀνατολὴ καὶ εἰδικὰ ἄμφια γιὰ τοὺς ἱερεῖς. Ἀνεξάρτητα ἀπὸ τὴν ἀκριβὴ προέλευσή τους, τὰ ἱερατικὰ ἄμφια θὰ διατηρήσουν κάποια ἰδιαιτερότητα στὸ χρῶμα καὶ τὴν ἐξέλιξή τους, ὥστε νὰ ἀποτελέσουν εἰδικὰ ἄμφια γιὰ τὸν κλῆρο. Ὡστόσο, τὰ ἱερατικὰ ἄμφια στὴν Ὀρθόδοξη Ἐκκλησία δὲν ἀποτελοῦν ἁπλὰ τελετουργικὰ ἐνδύματα, ἀλλὰ καὶ σύμβολα ποὺ ἐκφράζουν ἔννοιες πνευματικές. Ὁ συμβολισμὸς ἐξάλλου ὑπῆρξε ἀρχαιότατη συνήθεια τῆς Ἐκκλησίας. Ἀκόμη καὶ ὁ ἱερέας φορώντας τὰ ἄμφια τὴν ὥρα τῆς λειτουργίας διαφοροποιεῖται ὄχι μόνο ἀπὸ τοὺς ὑπόλοιπους πιστοὺς ἀλλὰ καὶ ἀπὸ τὸν ἴδιο τὸν ἑαυτό του.

Ἡ θεολογικὴ σημασία τῶν ἀμφίων, ἡ ὁποία ὑπαγόρευσε τὴ χρήση τους, εἶναι ὅτι ὁ Λειτουργὸς δὲν τελεῖ ἀφ᾿ ἑαυτοῦ τὰ μυστήρια, ἀλλὰ δυνάμει Χριστοῦ καὶ τῆς Ἱερωσύνης τῆς Ἐκκλησίας, τὴν ὁποία κατέχει διὰ τῆς χειροτονίας «ἐν Πνεύματι Ἁγίῳ», «ἐνδεδυμένος τὴν τῆς Ἱερατείας χάριν».

Διατηροῦν κατὰ βάση τὴν παλαιά τους μορφὴ καὶ μὲ αὐτὰ διακρίνονται οἱ ἐπὶ μέρους βαθμοὶ τῆς Ἱερωσύνης. Εἶναι ἑπτά, κατὰ τὸν τύπο τῶν ἑπτὰ χαρισμάτων τοῦ Ἁγίου Πνεύματος καὶ τὸν ἱερὸ ἀριθμὸ τῆς πληρότητας. Κατανέμονται ἀναλόγως στοὺς τρεῖς βαθμοὺς τῆς Ἱερωσύνης:

Τρίτη 8 Μαρτίου 2016

Ἡ ὁμαδική προσευχή (Ἁγ. Ἰωάννου Χρυσοστόμου)

Πόσο ωφελεί του πλήθους των πιστών η προσευχή, που αποτελεί εκδήλωση αγάπης, το αποδεικνύει ο Παύλος. Αυτός που στον παράδεισο ανήλθε και «ήκουσεν άρρητα ρήματα» (Β’ Κορ. ιβ’, 4), που κατανίκησε όλα τα φυσικά ένστικτα, που σε μεγάλο ύψος πνευματικής τελειότητας ευρίσκετο, είχε ανάγκη των προσευχών των μαθητών του και τους έλεγε «προσεύχεσθε υπέρ εμού, ίνα ρυσθώ από των απειθούντων, προσεύχεσθε, ίνα μοι δοθή λόγος εν ανοίξει τους στόματός μου» (Ρωμ. ιε’, 30-31. Εφες. στ’ 19). Γενικώς, δε, τον βλέπουμε πάντοτε να ζητεί προσευχές των μαθητών του και να τους ευχαριστεί όταν προσεύχονταν υπέρ αυτού. [...] Εάν τον Παύλο η προσευχή των πολλών απήλλαξε από τόσους κινδύνους, δεν πρέπει και εμείς εξ’ αυτής να ελπίζουμε ανάλογη προστασία και μεγάλα οφέλη;
http://hristospanagia3.blogspot.gr/

Κυριακή 7 Φεβρουαρίου 2016

« Κύριε Ἰησοῦ Χριστέ, ἐλέησον τόν δοῦλον σου »

Όλη η βάση είναι η ποιότητα της προσευχής. Η προσευχή πρέπει να είναι καρδιακή, να γίνεται από πόνο. Για τον Θεό δεν μετράει τόσο η ποσότητα της προσευχής όσο η ποιότητα. Η προσευχή που γίνεται στα μοναστήρια έχει ποσότητα, αλλά δεν φθάνει αυτό. Τόσες ώρες προσευχή που γίνεται από τόσα άτομα, αν ήταν καρδιακή, θα είχε αλλάξει ο κόσμος. Για αυτό σκοπός είναι οι Ακολουθίες να γίνωνται από την καρδιά.

Οσίου Παϊσίου Αγιορείτου.!
 
http://omothimadon.gr/?p=33494
http://hristospanagia3.blogspot.gr/

Σάββατο 9 Ιανουαρίου 2016

Πνευματικό νταμάρι οἱ ἀκολουθίες. Γέρων Εὐσέβιος Γιαννακάκης

ΠΝΕΥΜΑΤΙΚΟ ΝΤΑΜΑΡΙ ΟΙ ΑΚΟΛΟΥΘΙΕΣ.
Ό φιλόθεος Γέροντας, ζυμωμένος καθώς ήταν με τη Θεία Λατρεία στο Μοναστήρι, γνώριζε και εκτιμούσε βαθιά την αξία της. Συχνά μιλούσε για τον «ανεξάντλητο πλούτο και το άφθαστο μεγαλείο της ’Εκκλησίας για το θησαυρό των ιερών ακολουθιών, απ' όπου αντλεί ο πιστός εφόδια για τον αγώνα του». «Πνευματικό νταμάρι οι ακολουθίες» έλεγε. Φρόντισε, λοιπόν, έξαρχος να εισαγάγει τη λατρευτική ζωή της Εκκλησίας στο νοσοκομείο, για να παίρνουν οι ασθενείς χάρη και δύναμη.
Από την πρώτη κιόλας εβδομάδα πού διορίσθηκε, καθιέρωσε να ψάλλετε ο Παρακλητικός Κανόνας της Θεοτόκου κάθε Παρασκευή και να τελείται το Μυστήριο τού ιερού Ευχελαίου κάθε Τετάρτη.
http://hristospanagia3.blogspot.gr/2016/01/blog-post_33.html

Παρασκευή 7 Αυγούστου 2015

Ὀρθόδοξοι Πνευματικοί Λόγοι: "Οἱ ἀκολουθίες τῆς Ἐκκλησίας εἶναι ἐκφράσεις τῆς λογικῆς λατρείας"


  "Οἱ ἀκολουθίες τῆς Ἐκκλησίας εἶναι ἐκφράσεις τῆς λογικῆς λατρείας, δηλαδή τῆς λατρείας πού κάνουμε μέ τήν διάνοια καί ὄχι μέ τήν καρδιά. Αὐτό πού κάνουμε μέ τήν καρδιά δέν ἀκούγεται. Ἡ καρδιακή προσευχή εἶναι μυστική. Στόν ναό, στίς ἀκολουθίες τῆς Ἐκκλησίας ὁμιλοῦμε, διαβάζουμε, ψάλλουμε, δηλαδή διατυπώνουμε μέ τήν λογική μας προσευχές καί τίς λέμε δυνατά, ὥστε νά τίς ἀκούει καί ὁ ἄλλος. Αὐτή ἡ προσευχή λέγεται λογική. Αὐτή εἶναι ἡ λογική λατρεία. Οἱ προσευχές πού ἔχουν συντάξει οἱ Ἅγιοι Πατέρες (ἡ λογική λατρεία)  μᾶς μιλᾶνε κυρίως γι' αὐτά τά δύο στάδια: τήν κάθαρση καί τόν φωτισμό".
Ἀρχ. Σάββας Ἁγιορείτης


Πηγή: Ἀπό τό βιβλίο: "Ο ΡΟΛΟΣ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ - Η ΘΕΡΑΠΕΙΑ ΤΗΣ ΨΥΧΗΣ", Ἀρχ. Σάββα Ἁγιορείτου, σελ.24
http://hristospanagia3.blogspot.gr/

ΚΥΡΙΟΣ ΙΗΣΟΥΣ ΧΡΙΣΤΟΣ LORD JESUS CHRIST 3. ΑΡΧ. ΣΑΒΒΑΣ ΑΓΙΟΡΕΙΤΗΣ

«Θεία Ψυχανάλυση». Ἀρχ. Σάββας Ἁγιορείτης

Δημοφιλείς αναρτήσεις

Κανὼν Ἱκετήριος εἰς τὸν Ἰησοῦν Χριστόν

Ὁ Μέγας Παρακλητικὸς Κανὼν τῆς Παναγίας

Παρακλητικός Κανών Αγίου Πορφυρίου Καυσοκαλυβίτου

Παρακλητικός Κανών Οσίου Αρσενίου - Βατοπαίδι Χαλκιδικής