Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τοῦ Παρακλήτου τὸν ναὸν τὸν ἁγιώτατον,καὶ τῆς Πανάγνου Θεοτόκου προσφιλέστατον ἀνυμνήσωμεν Πορφύριον ἐκ καρδίας.
Ἀγαπᾷ γὰρ καὶ ἰᾶται πάντας, καὶ φρουρεῖ,καὶ πρεσβεύει, ἵνα τύχωμεν θεώσεως.
Ἄσημος καὶ τῷ κόσμῳ ἀφανὴς διετέλεις,ποιμὴν τῶν τοῦ πατρός σου
προβάτων.Καὶ τὴν τοῦ Καλυβίτου ζωὴνμελετῶν, ἐν ζήλῳ ἔσπευσας, ὅσιε,
μιμήσασθαι τὸν βίον του·κραυγάζομέν σοι ὅθεν ταῦτα·
Χαῖρε, ποιμὴν λογικῶν προβάτων·
χαῖρε, παθῶν κρουνὲ ἰαμάτων.
Χαῖρε, τῆς ἁγνείας ὁ φίλος ὁ ἔνθερμος·
χαῖρε, ἀποῤῥήτων ὁ μύστης ὁ ἔνθεος.
Χαῖρε, σκεῦος καθαρώτατον τῆς τοῦ Πνεύματος μονῆς·
χαῖρε, ὄργανον κατάλληλον θείας χάριτος ῥοῆς.
Χαῖρε, ὅτι ὑπάρχεις ὁδηγὸς τοῖς ἀνθρώποις·
χαῖρε, ὅτι ἐξάρχεις ἀθλητῶν ἐν τοῖς κόποις.
Χαῖρε, ἀστὴρ φωτίζων μυστήρια·
χαῖρε, ἡμῖν διδάσκων σωτήρια.
Χαῖρε, Εὐβοίας ὁ ἔνδοξος γόνος·
χαῖρε, δι’ οὗ ἐξαλείφεται πόνος.
Χαίροις, πάτερ Πορφύριε.
Βήμασι σῶν γερόντων ἠκολούθεις ἀσκήσει,τὸν βίον τούτοις ὅμοιον ἔχων.
Καυσοκαλυβίων ἀσκητὴς ἀπαράμιλλος ὑπακοῇ δέδειξαι,διδάσκων ταπεινότατα Θεῷ τοὺς προσκυνοῦντας ψάλλειν·
Ἀλληλούϊα.
Γνῶσιν ἄῤῥητον, πάτερ, ὁ Θεὸς δέδωκέ σοι,βραβεύων τὴν ἁγίαν ζωήν σου·
καὶ ἰάσεις παθῶν χορηγεῖ καὶ μυστήριά σε ἐρευνᾶν δίδωσι,ἀνθρώπων εὐεργέτην σε δεικνύς,τῶν κραυγαζόντων οὕτω·
Χαῖρε, ὁ μύστης γνώσεως θείας·
χαῖρε, ἐρῶν ζωῆς τῆς ἁγίας.
Χαῖρε, νοημάτων Θεοῦ ὁ ἐξάγγελος·
χαῖρε, ἀθλητῶν τοῦ Χριστοῦ ὁ ἰσάγγελος.
Χαῖρε, ὄμμα καθαρώτατον ἐξετάζον τὰ κρυπτά·
χαῖρε, στόμα ἱερώτατον ἑρμηνεῦον μυστικά.
Χαῖρε, τῶν ἱερέων σεμνὸν ἐγκαλλώπισμα·
χαῖρε, τῶν ἀθλουμένων ἐν Ἄθωνι κόσμημα.
Χαῖρε, πολλοῖς παρέχων βοήθειαν·
χαῖρε, λαλῶν ἡμῖν τὴν ἀλήθειαν.
Χαῖρε, σοφὲ ἰατρὲ νοσημάτων·
χαῖρε, πηγὴ τῶν ψυχῆς ἰαμάτων.
Χαίροις, πάτερ Πορφύριε.
Δόκιμος ἀνεδείχθης παλαιστὴς τοῦ Βελίαρ,συντρίψας αὐτὸν τῇ ταπεινώσει.
Καὶ τὸ γέρας τῆς νίκης λαβών,ἀπεστάλης κόσμῳ βοηθός, ὅσιε,ποιμαίνων καὶ ἰώμενος βοῶντας εὐγνωμόνως οὕτως·
Ἀλληλούϊα.
Ἔχων ἐν τῇ ψυχῇ σου τὰ χαρίσματα, πάτερ,ἀνέδραμες πρὸς τὴν σὴν πατρίδα.Καὶ ἐν τῇ Χαραλάμπους μονῇ ἀσκούμενος καὶ διακονῶν, ὅσιε,
ἰάτρευες τοὺς πάσχοντας ,ὡς ψάλλειν ἐν χαρᾷ τοιαῦτα·
Χαῖρε, χαρὰ ἁπάσης Εὐβοίας·
χαῖρε, καρπὲ πολλῆς εὐσεβείας.
Χαῖρε, ἐρευνῶν μυστικὰ συνειδήσεων·
χαῖρε, διαλύων πλοκάμους συγχύσεων.
Χαῖρε, ἄνθρωπε οὐράνιε, γῆν οἰκήσας ταπεινῶς·
χαῖρε, ἄγγελε ἐπίγειε, δι’ ὃν χαίρει οὐρανός.
Χαῖρε, ὅτι πικρίας καρδιῶν ἀφανίζεις·
χαῖρε, ὅτι χαρὰν καὶ ἐλπίδα χαρίζεις.
Χαῖρε, χορῶν ἀγγέλων ὁ μέτοχος·
χαῖρε, χαρᾶς καὶ λύπης συμμέτοχος.
Χαῖρε, Θεοῦ πρὸς ἡμᾶς εὐλογία·
χαῖρε, ἡμῶν ἡ χαρὰ καὶ ὑγεία.
Χαίροις, πάτερ Πορφύριε.
Ζῆλον ἔχων, θεόφρον,ἐπιστρέψαι ὡς πλείους τῇ μάνδρᾳ τοῦ Χριστοῦ, τοῦ
σωθῆναι,εἰς Ἀθήνας ἦλθες ταπεινός·ἐν ναϋδρίῳ δὲ ὑπηρετῶν ἔσῳζες
πολλοὺς εἰς σὲ προστρέχοντας,ὡς κράζειν τῷ Κυρίῳ οὕτως·
Ἀλληλούϊα.
Ἤθλεις ἐν Ὁμονοίᾳ καταπλήσσων τοὺς πάντας ,ὡς ἄγγελος οἰκῶν Βαβυλῶνα.Καὶ
ἐγένου ἐν ταῖς Ἀθήναις ἰατρὸς καὶ πᾶσιν ὁδηγός, ὅσιε,πολλοὺς Χριστῷ
ἀνάγων,ὥστε κράζειν σοι σωθέντας ταῦτα·
Χαῖρε, δι’ οὗ ὁ Χριστὸς ὑμνεῖται·
χαῖρε, ἐξ οὗ ὁ ἐχθρὸς φοβεῖται.
Χαῖρε, Ἐκκλησίας Ἑλλάδος τὸ καύχημα·
χαῖρε, τῆς Εὐβοίας λαμπρὸν τὸ διάδημα.
Χαῖρε, ὅτι σὴν καρδίαν ἀεὶ εἶχες καθαράν·
χαῖρε, ὅτι καὶ μυστήρια ἠξιώθης διορᾶν.
Χαῖρε, ὁ τοὺς ἀγῶνας νικηφόρως ἀνύσας·
χαῖρε, τὴν τεθλιμμένην ἀτραπὸν διανύσας.
Χαῖρε, πολλῇ ὑψωθεὶς ταπεινώσει·
χαῖρε, σοφίζων ἁπλοῦς θείᾳ γνώσει.
Χαῖρε, εἰς ὃν Ἀθηναῖοι προστρέχουσι·
χαῖρε, δι’ οὗ εἰς Χριστὸν ἐπιστρέφουσι.
Χαίροις, πάτερ Πορφύριε.
Θαύματα ἐπετέλεις ἀφανῶς ἀσθενέσι ταῖς θείαις προσευχαῖς σου,
παμμάκαρ.Καὶ τὰς τῶν ἰαθέντων τιμὰς Γερασίμῳ ἔνεμες σεμνῶς, ὅσιε.Διό σου
τὴν ταπείνωσιν ἐδόξαζον Χριστῷ βοῶντες·
Ἀλληλούϊα.
Ἴον, μύρον εὐῶδες ἀποπνέον ἐν κόσμῳ, ἐδείχθης, ὁσιώτατε πάτερ.Καὶ λαὸς
εὐφραίνετο ἐν σοὶ πάμπολυς πιστῶς σε ἀσπαζόμενος,καὶ κράζων ἐν χαρᾷ
τοιαῦτα·
Χαῖρε, πολλοὺς ὁ τῇ πίστει στηρίζων·
χαῖρε, ἀγάπην λαοῦ ὁ θερίζων.
Χαῖρε, ἱερέων ὁ τύπος ὁ ἄριστος·
χαῖρε, ὁ κανὼν εὐσεβείας ὁ ἄπταιστος.
Χαῖρε, ἄνθος παραδείσιον ἐξανθῆσαν ἐπὶ γῆς·
χαῖρε, ποταμὲ βαθύῤῥοε εὐσπλαγχνίας καὶ στοργῆς.
Χαῖρε, τῆς Ἐκκλησίας ὁ σεμνὸς ὑπηρέτης·
χαῖρε, ὑπὲρ ἀλγούντων ἐν δεινοῖς ὁ εὐχέτης.
Χαῖρε, κλεινὸν τῆς χάριτος οἴκημα·
χαῖρε, λαμπρὸν πιστῶν τὸ ἐντρύφημα.
Χαῖρε, οἰκῶν ἐν Θεοῦ Βασιλείᾳ·
χαῖρε, στολίσας πολλοὺς εὐσεβείᾳ.
Χαίροις, πάτερ Πορφύριε.
Κόσμον ὅλον ἠγάπας, εἰ καὶ πάντα ἠρνήθης τὰ τερπνὰ καὶ ἡδέα τοῦ
κόσμου.Μύστης ὄντως τῶν ἐν οὐρανοῖς,διηκόνεις πάντας ἐν χαρᾷ, ἅπαντα
εὐχαῖς σου ἁγιάζων,καὶ διδάσκων πᾶσι ψάλλειν οὕτως·
Ἀλληλούϊα.
Λάμψις ὅλη ἡλίου περιέβαλε, πάτερ,σεπτήν τε πολιὰν κεφαλήν σου,
ἐπισκεπτομένου σε Θεοῦ, χάριτι,ποιοῦντός τε ἰᾶσθαί σε τοὺς ἀσθενοῦντας,ὥστε ψάλλειν·
Χαῖρε, πλασθεὶς φωτὸς Θαβωρίου·
χαῖρε, γευθεὶς ζωῆς οὐρανίου.
Χαῖρε, τοῦ Χριστοῦ ἱερεὺς εὐλαβέστατος·
χαῖρε, ἐντολῶν τηρητὴς ἀκριβέστατος.
Χαῖρε, σκήνωμα ἁπλότητος καὶ ἀγάπης θεϊκῆς·
χαῖρε, ἔμπλεως γενόμενος θεωρίας μυστικῆς.
Χαῖρε, ὅτι ἐφάνης ἡ λαμπὰς τῆς ἁγνείας·
χαῖρε, ὅτι ἐδείχθης κοινωνὸς ἀπαθείας.
Χαῖρε, ὁ χαρὰν πρὸς ὅλους σκορπίσας·
χαῖρε, ὁ Χριστὸν σφοδρῶς ἀγαπήσας.
Χαῖρε, ἀεὶ πρὸς Θεὸν μεσιτεύων·
χαῖρε, Παρθένον ἁγνὴν ἱκετεύων.
Χαίροις, πάτερ Πορφύριε.
Μέγας ἐν τοῖς ὁσίοις ἀθλητὴς ἀνεδείχθης,ταπείνωσιν τὴν ἄκραν ἀσκήσας
καὶ ἀγάπην πολλὴν ἐν ταὐτῷ.Καὶ δαιμόνων φόβος καὶ κλαυθμὸς γέγονας
διώκων τούτους, ὅσιε,ὡς χαίροντας ἡμᾶς συμψάλλει
Ἀλληλούϊα.
Νοῦς ὁρῶν ταῖς ἀκτίσι Παρακλήτου ἐφάνης καὶ μύστης φοβερῶν καὶ ἀῤῥήτων.
Ἑρμηνεύων δ’ ἀνθρώποις αὐτά,καὶ προφήτης ὄντως δέδειξαι, ὅσιε, μηνύων τὰ
συμφέροντα τοῖς κράζουσιν ἐν θάμβει οὕτως·
Χαῖρε, ἀποῤῥήτων Θεοῦ ὁ προφήτης·
χαῖρε, ὁ τῶν λόγων Χριστοῦ ὑποφήτης.
Χαῖρε, ὁ αἰδέσιμος πᾶσι καὶ τίμιος·
χαῖρε, ἀληθείας ἡ βάσις στερέμνιος.
Χαῖρε, δῶρον τὸ θεόσταλτον, προσφερόμενον ἡμῖν·
χαῖρε, πάντων καταφύγιον ναυαγῶν καὶ ὁ λιμήν.
Χαῖρε, ὁ χορηγῶν τοῖς ἀσθενέσιν ἰάσεις·
χαῖρε, ὁ ἐρευνῶν τὰ μυστικὰ διοράσει.
Χαῖρε, καρπὸν τρυγήσας θεώσεως·
χαῖρε, τυχὼν καλῆς ἀλλοιώσεως.
Χαῖρε, ναὲ οὐρανίου σοφίας·
χαῖρε, στολὴν ὁ πλουτῶν παῤῥησίας.
Χαίροις, πάτερ Πορφύριε.
Ξένα πάντως ποιῶν συ,καταπλήττεις τὸν κόσμον τὸν νοῦν εἰς οὐρανοὺς
ἀνατείνων,ἀπελαύνων εὐχῇ δαίμονας φρικτούς,θεραπεύων πάντα πάθη
δυσίατα,γνωστὰ ποιῶν ἀπόκρυφα πιστοῖς,οἳ τῷ Χριστῷ βοῶσιν·
Ἀλληλούϊα.
Ὅλος ἦσθα ἐν κόσμῳ, καὶ συνάμα μετεῖχες τῆς τοῦ Ἄθωνος τερπνῆς ἐρημίας.Ἡ
καρδία σου ἦν ἐν αὐτῇ καὶ οὐδόλως ἀπῆσθα αὐτῆς πνεύματι.Ἐν
Καυσοκαλυβίοις κοιμηθέντι δέ, βοῶμεν ταῦτα·
Χαῖρε, χαράν, εἰρήνην ὁ ἔχων·
χαῖρε, δ’ ἡμῖν ὁ ταῦτα παρέχων.
Χαῖρε, μοναζόντων ἀσύγκριτον ἄκουσμα·
χαῖρε, ἀσκουμένων ἐν κόσμῳ τὸ καύχημα.
Χαῖρε, ἀηδὼν γλυκύλαλος βίου ἡσυχαστικοῦ·
χαῖρε, ὁ πετῶν χρυσάετος νόου διορατικοῦ.
Χαῖρε, ὅτι ὑδάτων ἐντοπίζεις τὰς φλέβας·
χαῖρε, ὁ καὶ ἀπίστων ἀποσπάσας τὸ σέβας.
Χαῖρε, ἐν ᾧ σεμνύνονται γέροντες·
χαῖρε, δι’ οὗ καθαίρονται πταίοντες.
Χαῖρε, πολλῶν ἀσθενῶν ἡ ὑγεία·
χαῖρε, Χριστοῦ ἀληθὴς μαρτυρία.
Χαίροις, πάτερ Πορφύριε.
Πάτμῳ ἀποκαλύψεις ἠξιώθης ἰδεῖν τεκαὶ ἀκοῦσαι ὡς ὁ Ἰωάννης.Καὶ ἀρθεὶς ἐν
ἐκστάσει μικρᾷ,ἐθεώρεις πάντα φοβερά, ὅσιε,καὶ ἔμφοβος πρὸς Κύριον
ἐβόας εὐγνωμόνως οὕτως·
Ἀλληλούϊα.
Ῥώμην ἔχων ἐξ ὕψους Παρακλήτου τε χάριν,ἐδείχθης θεοφόρος ἐν κόσμῳ. Τὴν
τοῦ μύρου ἀπέπνεις ὀσμήν·ἐθεάθης πάσχοντας ἐπισκέπτεσθαι, ἁγίους δ’
ὑποδέχεσθαι. Θαυμάζοντες διὸ βοῶμεν·
Χαῖρε, ὁ θείας ἰδὼν ὁράσεις·
χαῖρε, παρέχων ἡμῖν ἰάσεις.
Χαῖρε, καθ’ ὕπαρ ὁ ἁγίους δεχόμενος·
χαῖρε, ἀθέατος ἀέρι πετόμενος.
Χαῖρε, ἅγιε ἐγκόσμιε ταπεινώσει ὑψωθείς·
χαῖρε, πάμπολλα χαρίσματα Παρακλήτου ὁ δεχθείς.
Χαῖρε, τῶν Ἀθηναίων τὰς καρδίας ἡδύνας·
χαῖρε, ἀσθενειῶν σου ὑπομείνας ὀδύνας.
Χαῖρε, πηγὴ ἰάματα βρύουσα·
χαῖρε, αὐγὴ ἐρέβη φωτίζουσα.
Χαῖρε, ὁ γνοὺς τὸν Θεὸν καὶ ποθήσας·
χαῖρε, πολλοὺς εἰς Χριστὸν ὁ ζωγρήσας.
Χαίροις, πάτερ Πορφύριε.
Σάλον τὸν ἐν καρδίαις καταπαύεις εὐχαῖς σου, γαλήνην χορηγῶν ἡμῖν,
πάτερ.Καταυγάζεις σκότος τοῦ νοὸς καὶ ἐμπνέεις ὕμνους πρὸς Θεόν, ὅσιε.
Διόπερ εὐγνωμόνως ἀνυμνοῦντες τῷ Θεῷ βοῶμεν·
Ἀλληλούϊα.
Τέλειος ἀπεδείχθηςὡς ποιμὴν τῶν ἀνθρώπων,τὴν ψυχήν σου τιθεὶς ὑπὲρ
τούτων. Ἀποκόπτων γὰρ θέλημα σόν, ἐμαρτύρεις καθ’ ἡμέραν, ὅσιε,
γενόμενος διάκονος τῶν ἐν χαρᾷ πρός σε βοώντων·
Χαῖρε, Χριστὸν ἐν πόθῳ ζητήσας·
χαῖρε, αὐτοῦ τῇ πίστει ἀθλήσας.
Χαῖρε, ἀπαθείας λαμπρὸν ἐνδιαίτημα·
χαῖρε, ἐκπληρῶν εὐσεβούντων πᾶν αἴτημα.
Χαῖρε, νοῦς ὁ καθαρώτατος μυστηρίων θεωρός·
χαῖρε, πάντων, ἐν πολέμοις τοῦ Βελίαρ, ὁ φρουρός.
Χαῖρε, ὁ ἀψηφῶν τὰς ἀπειλὰς τοῦ δολίου·
χαῖρε, ὁ ἐντρυφῶν ἐν διδαχαῖς τοῦ Κυρίου.
Χαῖρε, σεπτὴ εἰκὼν τῆς πραότητος·
χαῖρε, πολλῆς τυχὼν ἱλαρότητος.
Χαῖρε, δι’ οὗ Ἐκκλησία ὑμνεῖται·
χαῖρε, δι’ οὗ ἀπιστία κλονεῖται.
Χαίροις, πάτερ Πορφύριε.
Ὕμνους εὐχαριστίας,ἐκ δεινῶν λυτρωθέντες, προσφέρομεν τῇ σῇ εὐσπλαγχνίᾳ.
Ἀγαπήσας γὰρ ὡς τέκνα ἡμᾶς, τὰς ἀγκάλας εἶχες ἀνοικτάς, ὅσιε,ἀεὶ τοῦ
θάλπειν ἅπαντας καὶ στέγεις τοὺς πρὸς Κύριον βοῶντας·
Ἀλληλούϊα.
Φωτοφόρος ἐφάνης προσευχόμενος, πάτερ,ἐκπλήξας εὐσεβεῖς σὲ ἰδόντας.
Τὸ γὰρ ἄϋλον ἤστραπτε φῶς χορηγόν σοι γνῶσιν ἐρευνᾶν ἄῤῥητα,
ἰᾶσθαί τε νοσήματα τῶν μελῳδούντων σοι τοιαῦτα·
Χαῖρε, λαμπὰς Χριστοῦ πυρφόρε·
χαῖρε, πατὴρ ἀληθῶς Χριστοφόρε.
Χαῖρε, εὐσεβείας πηγὴ ἡ ἀστείρευτος·
χαῖρε, ἀληθείας φωνὴ ἀδιάψευστος.
Χαῖρε, ὅτι σῷ χαρίσματι Κύπρῳ εἶδες εἰσβολήν·
χαῖρε, ὅτι ἀποτρέπεις τῶν δαιμόνων προσβολήν.
Χαῖρε, τὴν ἡσυχίαν ἐκ ψυχῆς ὁ ποθήσας·
χαῖρε, ποιμαντικὴν ταπεινῶς ὁ ἀσκήσας.
Χαῖρε, Χριστῷ τὴν ἀγάπην ἐκφαίνων·
χαῖρε, ψυχὰς τεθλιμμένων εὐφραίνων.
Χαῖρε, μονῆς σου φρουρὸς καὶ προστάτης·
χαῖρε, πολλῶν ἐν δεινοῖς παραστάτης.
Χαίροις, πάτερ Πορφύριε.
Χάριν ἔλαβες, πάτερ, καὶ πηγὰς ἐντοπίζειν ὑδάτων, ἐν τῷ βάθει γῆς
ὄντων.Καὶ πολλοῖς ὑπέδειξας αὐτάς, ὥστε γεωλόγους ἀπορεῖν, ὅσιε, χαίρειν
δὲ γαιοκτήμονας καὶ κράζειν εὐχαρίστως·
Ἀλληλούϊα.
Ψάλλοντες εὐφροσύνως χαρισμάτων σου πλῆθος, ὑμνοῦμεν Παναγίαν Τριάδα.Ὑπ’
αὐτῆς ἀνεδείχθης ἀνὴρ διορατικὸς καὶ βρύων ἰάματα, φωτίζων τε
μυστήρια,ἐμπνέων δὲ βοᾶν σοι πάντας·
Χαῖρε, πασῶν ἀρετῶν ἡ ἀκρότης·
χαῖρε, ζωῆς ἐν ἁγνείᾳ πιστότης.
Χαῖρε, εὐσεβείας θεμέλιος ἄῤῥηκτος·
χαῖρε, ἀληθείας κρουνὸς ὁ ἀείρυτος.
Χαῖρε, κρίνον τὸ ἡδύπνοον παραδείσου μυστικοῦ·
χαῖρε, ἄστρον φαεινότατον οὐρανοῦ πνευματικοῦ.
Χαῖρε, τῆς Ἐκκλησίας λαμπρότης καὶ δόξα·
χαῖρε, τοῦ ἀντιπάλου συντρίβων τὰ τόξα.
Χαῖρε, Εὐβοίας ὁ θεῖος Εὐάγγελος·
χαῖρε, χαρᾶς, ἐλπίδος τε ἄγγελος.
Χαῖρε, παθῶν μιαρῶν ὁ καθαίρων·
χαῖρε, ψυχὰς πρὸς οὐράνια αἴρων.
Χαίροις, πάτερ Πορφύριε.
Ὦ τρισόλβιε πάτερ, ἀσκητῶν ὡραιότης,Πορφύριε, ἁπάντων προστάτα· (γ΄)
μετ’ ἀγγέλων Χριστὸν ἀνυμνῶν,μετανοίας δάκρυα ἡμῖν πάρεχε,καὶ Παραδείσου αἴτησον ἀπόλαυσιν τοῖς συμβοῶσιν·
Ἀλληλούϊα.
Καὶ αὖθις τὸ Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τοῦ Παρακλήτου τὸν ναὸν τὸν ἁγιώτατον,
καὶ τῆς Πανάγνου Θεοτόκου προσφιλέστατον
ἀνυμνήσωμεν Πορφύριον ἐκ καρδίας.
Ἀγαπᾷ γὰρ καὶ ἰᾶται πάντας, καὶ φρουρεῖ,
καὶ πρεσβεύει, ἵνα τύχωμεν θεώσεως.
Ὅθεν κράζομεν· χαίροις, πάτερ Πορφύριε.
Δίστιχον.
Παράσχου, Πορφύριε, χαράν, ὑγείαν τῷ, χαῖρε, βοῶντί σοι νῦν Εὐαγγέλῳ.
http://hristospanagia3.blogspot.gr/