Εμφάνιση αναρτήσεων με ετικέτα ΟΙ ΧΑΙΡΕΤΙΣΜΟΙ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΟΙ ΧΑΙΡΕΤΙΣΜΟΙ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ. Εμφάνιση όλων των αναρτήσεων

Σάββατο 27 Ιουνίου 2015

Οἱ Χαιρετισμοί εἰς τήν Ὑπεραγίαν Θεοτόκον

 
Ἦχος πλ. δ' Αὐτόμελον.
 Τὸ προσταχθὲν μυστικῶς λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνη τοῦ Ἰωσήφ σπουδῇ ἐπέστη ὁ Ἀσώματος, λέγων τη Ἀπειρογάμω: ὁ κλινας τη καταβάσει τοὺς οὐρανούς χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί. Ὃν καὶ βλέπων ἐν μήτρᾳ σου λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζειν σοι, Χαῖρε, Νύμφη ἀνύμφευτε!
Ἦχος πλ. δ' Αὐτόμελον.
Τη ὑπερμάχω στρατηγῶ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοὶ ἡ Πόλις σου, Θεοτόκε, ἀλλ' ὦς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων μὲ κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοί, Χαῖρε, Νύμφη ἀνύμφευτε.
Ὁ Ἱερεὺς ἱστάμενος εἰς τὸν σωλέα πρὸ τῆς εἰκόνος τῆς Θεοτόκου, ἀπαγγέλλει ἐμμελῶς τὴν στάσιν τῶν Χαιρετισμῶν.

γγελος πρωτοστάτης οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκῳ τὸ χαῖρε (γ΄)
Υπεραγία Θεοτόκε σωσον ημας· καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν, Κύριε͵ ἐξίστατο καὶ ἵστατο κραυγάζων πρὸς αὐτὴν τοιαῦτα: Χαῖρε͵ δι΄ ἧς ἡ χαρὰ ἐκλάμψει·  χαῖρε͵ δι΄ ἧς ἡ ἀρὰ ἐκλείψει·  χαῖρε͵ τοῦ πεσόντος Ἀδὰμ ἡ ἀνάκλησις· χαῖρε͵ τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις·  χαῖρε͵ ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς·  χαῖρε͵ βάθος δυσθεώρητον καὶ ἀγγέλων ὀφθαλμοῖς·  χαῖρε͵ ὅτι ὑπάρχεις βασιλέως καθέδρα·  χαῖρε͵ ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα·  χαῖρε͵ ἀστὴρ ἐμφαίνων τὸν ἥλιον·  χαῖρε͵ γαστὴρ ἐνθέου σαρκώσεως·  χαῖρε͵ δι΄ ἧς νεουργεῖται ἡ κτίσις· χαῖρε͵ δι΄ ἧς βρεφουργειται ο Κτίστης· Χαῖρε͵ νύμφη ἀνύμφευτε.
Βλέπουσα ἡ ἁγία ἑαυτὴν ἐν ἁγνείᾳ φησὶ τῷ Γαβριὴλ θαρσαλέως· Τὸ παράδοξόν σου τῆς φωνῆς δυσπαράδεκτόν μου τῇ ψυχῆ φαίνεται· ἀσπόρου γὰρ συλλήψεως τὴν κύησιν πως λέγεις; κράζων· Ἀλληλούϊα.

Γνῶσιν ἄγνωστον γνῶναι ἡ Παρθένος ζητοῦσα ἐβόησε πρὸς τὸν λειτουργοῦντα· Ἐκ λαγόνων ἁγνῶν υἱὸν πῶς ἐστὶ τεχθῆναι δυνατόν; λέξον μοι. πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ πρὶν κραυγάζων οὕτω· Χαῖρε͵ βουλῆς ἀπορρήτου μύστις͵ χαῖρε͵ σιγῇ δεομένων πίστις·  χαῖρε͵ τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον͵ χαῖρε͵ τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον· χαῖρε͵ κλῖμαξ ἐπουράνιε͵ δι΄ ἧς κατέβη ὁ Θεός·  χαῖρε͵ γέφυρα μετάγουσα τοὺς ἐκ γῆς πρὸς οὐρανόν· χαῖρε͵ τὸ τῶν ἀγγέλων πολυθρύλητον θαῦμα·  χαῖρε͵ τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα·  χαῖρε͵ τὸ φῶς ἀρρήτως γεννήσασα·  χαῖρε͵ τὸ πῶς μηδένα διδάξασα·  χαῖρε͵ σοφῶν ὑπερβαίνουσα γνῶσιν·  χαῖρε͵ πιστῶν καταυγάζουσα φρένας· Χαῖρε͵ νύμφη ἀνύμφευτε.

ΚΥΡΙΟΣ ΙΗΣΟΥΣ ΧΡΙΣΤΟΣ LORD JESUS CHRIST 3. ΑΡΧ. ΣΑΒΒΑΣ ΑΓΙΟΡΕΙΤΗΣ

«Θεία Ψυχανάλυση». Ἀρχ. Σάββας Ἁγιορείτης

Δημοφιλείς αναρτήσεις

Κανὼν Ἱκετήριος εἰς τὸν Ἰησοῦν Χριστόν

Ὁ Μέγας Παρακλητικὸς Κανὼν τῆς Παναγίας

Παρακλητικός Κανών Αγίου Πορφυρίου Καυσοκαλυβίτου

Παρακλητικός Κανών Οσίου Αρσενίου - Βατοπαίδι Χαλκιδικής