Λόγος πέμπτος· τίνα συντέλειαν αὐτῇ παρέχεται ἡ καθιέρωσις τοῦ ἱεροῦ θυσιαστηρίου.
1. Τῶν μὲν ἱερῶν μυστηρίων οὗτος ὁ λόγος, καὶ ταύτην ἡμῖν ἔχει πρὸς τὴν ἀληθῆ ζωὴν τὴν παρασκευήν.
Ἐπεὶ δὲ τὸ θυσιαστήριον πάσης ἐστὶν ἀρχὴ τελετῆς, ἄν τε δειπνεῖν τὸ
θυσιαστήριον πάσης ἐστὶν ἀρχὴ τελετῆς, ἄν τε δειπνεῖν ἄν τε χρῖσμα δέοι
λαμβάνειν, καὶ μὴν καὶ ἱεράσασθαι καὶ τοῦ λουτροῦ τὰ τελεώτατα
μετασχεῖν, εἰ τί καὶ αὐτὸ πρὸς τοῖς εἰρημένοις καὶ τὴν πηγνῦσαν αὐτὸ
τελετήν, ὡς οἷοί τέ ἐσμεν, θεωρήσομεν, μὴ ἂν οἶμαι περίεργον μηδὲν
ποιῆσαι μηδὲ παρέλκον. Τὸν λόγον μὲν οὖν τελεώτερον οὕτως ἂν
εἴημεν ἀποδεδωκότες, ὡς ἂν περὶ τῆς τῶν μυστηρίων κρηπῖδος ἢ ῥίζης ἢ ὅ
τι καὶ χρὴ καλέσαι διεξελθόντες.
2. Καὶ τοίνυν ἃ παρὰ τῶν τοῦ τελοῦντος χειρῶν γίνεται καὶ ἃ τὸ
θυσιαστήριον καθίστησιν, ἑξῆς ἐκτεθέντων ἁπάντων, ἕκαστον ἔπειτα τίνος
ἐστὶν αἴνιγμα καὶ ὅ τι φέρει σκοπῶμεν.
http://hristospanagia3.blogspot.gr/