Ἀγαπητοὶ,
ὅσοι τὰ τοῦ βίου μάταια καὶ ἀπολλύμενα πράγματα κατελίπετε, ἀγωνίσασθε, ἵνα μὴ πάλιν ἐπ' αὐτὰ τὸν ὑμέτερον νοῦν ἐπιστρέψητε.
Ὁ γὰρ πλοῦτος παρέρχεται, καὶ ἡ δόξα ἀπόλλυται,
καὶ τὸ κάλλος μαραίνεται, καὶ πάντα ἀλλάσσονται,
καὶ ὡς καπνὸς ἀπόλλυνται, καὶ ὡς σκιὰ παράγουσι,
καὶ ὡς ἐνύπνιον ἐξαφανίζονται.
∆ιὰ τοῦτο ἔλεγεν ὁ Σολομών·
Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης·
καὶ ὁ ∆αυῒδ λέγει· Ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος.
Πλὴν μάτην ταράσσονται πάντες οἱ τὰ τοῦ παρόντος βίου πράγματα ἀγωνιῶντες·
ὄντως μάτην ταράσσονται, μάτην θορυβοῦνται, μάτην χειμάζονται,
ἐπισυνάγοντες καὶ θησαυρίζοντες τὰ μετ' ὀλίγον καταλειπόμενα·ἅπερ λαβεῖν
μεθ' ἑαυτῶν οὐ δυνάμεθα, ἀλλὰ πάντα καταλιπόντες, γυμνοὶ ὡς ἐγεννήθημεν
πορευσόμεθα πρὸς τὸν φοβερὸν δικαστήν.
Κἂν πάντας τοὺς θησαυροὺς συνάξωμεν, γυμνοὶ, σκοτεινοὶ, ἐλεεινοὶ,
σκυθρωποὶ, τετραχηλισμένοι, τεταπεινωμένοι, συντετριμμένοι, ἔμφοβοι,
ἔντρομοι, κατηφεῖς, ὀδυνηροὶ, εἰς γῆν τὸ πρόσωπον ἔχοντες, καὶ τοῦτο
μετ' αἰσχύνης συγκαλύπτοντες·
οὕτω πορευσόμεθα, οὕτως ἀναστησόμεθα,
οὕτω παραστησόμεθα εἰς ἐκεῖνο τὸ φρικτὸν καὶ πικρὸν ἀπροσωπόληπτον δικαστήριον,
ὅπου ἄγγελοι τρέμουσιν, ὅπου θρόνοι φοβεροὶ τίθενται, ὅπου αἱ βίβλοι τῶν πράξεων ἀνοίγονται,
ὅπου ὁ ποταμὸς τοῦ πυρὸς τοῦ ἀσβέστου,
ὅπου ὁ ἀνήμερος σκώληξ, ὅπου τὸ ἀφώτιστον σκότος, ὅπου ὁ ἀθέρμαντος
τάρταρος, ὅπου ὁ βρυγμὸς τῶν ὀδόντων, ὅπου τὸ ἀκατάπαυστον δάκρυον, ὅπου
ὁ ἀσίγητος στεναγμὸς, ὅπου τὸ ἀπαραμύθητον πένθος, ὅπου οὐκ ἔστι γέλως,
ἀλλὰ θρῆνος· ὅπου οὐκ ἔστι χαρμοσύνη, ἀλλὰ στεναγμός· ὅπου οὐκ ἔστι
τρυφὴ, ἀλλὰ κρίσις· ὅπου οὐκ ἔστι φθόγγος, ἀλλὰ τρόμος.
http://hristospanagia3.blogspot.gr/