ΠΡΕΣΒΥΤΕΡΟΥ ΑΘΑΝΑΣΙΟΥ ΜΗΝΑ
¨Ὑμνολογικά ἐγκώμια Ὀρθοδοξίας¨
- «Ὑμνοῦσι τρισάριθμον μονάδα Θεότητος, τριαδικοῖς ἁγιασμοῖς, ἀκαταπαύστοις ἐν φωναῖς, τρανοῦντα τὸ ἄχραντον, τὰ Σεραφεὶμ θεολογίας μυστήριον, καὶ τὴν ὀρθόδοξον πίστιν διδάσκοντα». (Κανών Ἀσωμάτων, Παρακλητική, Δευτέρα, ἦχος α’)
- «Κόσμος ὁ σύμπας εὐφραίνου· ἰδοὺ γὰρ Κύριος, καθεῖλεν ἀπὸ ὕψους, ἀσεβείας τὸ κράτος, ἀρρήτῳ προμηθείᾳ· καὶ ταπεινοί, ἀνυψώθημεν σήμερον, Ὀρθοδοξίας πρός πίστιν δι' εὐσεβοῦς, Βασιλίδος ὁδηγούμενοι». (Στιχ. προσ. ἑσπερ. Κυριακῆς τῆς Ὀρθοδοξίας, ἦχος α’)
- «Τοὺς φωστῆρας τοὺς μεγάλους τῆς Ἐκκλησίας, Πέτρον καὶ Παῦλον εὐφημήσωμεν· ὑπὲρ ἥλιον γὰρ ἔλαμψαν, ἐν τῷ τῆς πίστεως στερεώματι, καὶ τὰ ἔθνη ταῖς ἀκτῖσι τοῦ κηρύγματος, ἐκ τῆς ἀγνοίας εἰς τὴν θείαν γνῶσιν ἐπανήγαγον, ὁ μὲν τῷ σταυρῷ προσηλωθείς, πρὸς οὐρανὸν τὴν πορείαν ἐποιήσατο, ἔνθα τῆς βασιλείας, παρὰ Χριστοῦ τὰς κλεῖς ἐγκεχείριστο, ὁ δὲ τῷ ξίφει ἀποτμηθείς, πρὸς τὸν Σωτῆρα ἐκδημήσας, ἐπαξίως μακαρίζεται, καὶ ἀμφότεροι τὸν Ἰσραὴλ καταγγέλλουσιν, ὡς εἰς αὐτὸν τὸν Κύριον, χεῖρας ἀδίκως ἐκτείναντα. Διὸ εὐχαῖς αὐτῶν, Χριστὲ ὁ Θεὸς ἡμῶν, τοὺς καθ' ἡμῶν κατάβαλε, καὶ τὴν ὀρθόδοξον πίστιν κράτυνον, ὡς φιλάνθρωπος».(Στιχ. ἰδιόμ. ἑσπερ. Ἀποστόλων Πέτρου καὶ Παύλου, μνήμη 29/06)
- «Ἔργοις λάμψαντες Ὀρθοδοξίας, πᾶσαν σβέσαντες κακοδοξίαν....» (Ἀπολυτίκιον ἁγίων Ἀθανασίου καί Κυρίλλου, Πατριαρχῶν Ἀλεξανδρείας, μνήμη τους 18/01) καὶ τοῦ ἁγίου Ἀθανασίου: «Στύλος γέγονας ὀρθοδοξίας, θείοις δόγμασιν ὑποστηρίζων, τὴν Ἐκκλησίαν Ἱεράρχα Ἀθανάσιε...»