Παρασκευή 27 Νοεμβρίου 2015

Ἀνοχή, ἀγάπη καί ἀδιαφορία-Α'

 Νικηφόρου Θεοτόκη, Ἀρχιεπισκόπου Ἀστραχὰν καὶ Σταυρουπόλεως
ἀπόσπασμα ὁμιλίας
στὸ ἀποστολικὸ Ἀνάγνωσμα τῆς εἰκοστῆς πέμπτης Κυριακῆς (Ἐφεσ. δ´ 1-7)
Α´
Ἠλ. στοιχειοθ. «ΧΡΙΣΤ. ΒΙΒΛΙΟΓΡΑΦΙΑ»

.              […] Ἀκούσατε ὅμως, ἀδελφοί, πρᾶγμα παράδοξον καὶ ἀξιοσημείωτον· αἱ κακίαι κατοικοῦσι πολλὰ πλησίον, καὶ εἰς αὐτὰ τὰ πρόθυρα, ἵν’ οὕτως εἴπω, τῶν ἀρετῶν· ἔχει δὲ πᾶσα ἀρετὴ ἴδια ὁροθέσια· ὅθεν, ὅταν αὐτὰ ὑπερβῇς, πίπτεις εἰς τὴν κακίαν τὴν πλησίον τῆς ὑπὸ σοῦ κατορθουμένης ἀρετῆς· παραδείγματος χάριν, ὅταν μετὰ ὑπερβολικῆς αὐστηρότητος λεπτολογῇς τὴν δικαιοσύνην, εὔκολα πίπτεις εἰς τῆς ἀσπλαγχνίας τὸν βόθρον· διὰ τοῦτο δὲ εἶπεν ὁ Ἐκκλησιαστής· «Μὴ γίνου δίκαιος πολύ». Ὅταν δὲ ὑπερβαίνῃς τοὺς ὅρους τῆς εὐσπλαγχνίας, εὔκολα κρημνίζεσαι εἰς τῆς ἀδικοκρισίας τὸ βάραθρον· διὰ τοῦτο δὲ ὁ προφητάναξ συνάπτων τὴν δικαιοσύνην μετὰ τοῦ ἐλέους, ἔψαλλεν· «Ἔλεος καὶ κρίσιν ἄσομαί σοι, Κύριε». Τοῦτο συμβαίνει, φεῦ τῆς δυστυχίας, καὶ εἰς τὴν μεγάλην ἀρετὴν τῆς ἀνοχῆς· αὐτὴ ἔχει ὅρια· ὅθεν, ὅταν ὑπερπηδήσωμεν αὐτά, καταποντιζόμεθα εἰς τὴν ἄβυσσον τοῦ ὀλεθρίου τῆς ἀδιαφορίας ἁμαρτήματος.

http://hristospanagia3.blogspot.gr/2015/11/blog-post_780.html

ΚΥΡΙΟΣ ΙΗΣΟΥΣ ΧΡΙΣΤΟΣ LORD JESUS CHRIST 3. ΑΡΧ. ΣΑΒΒΑΣ ΑΓΙΟΡΕΙΤΗΣ

«Θεία Ψυχανάλυση». Ἀρχ. Σάββας Ἁγιορείτης

Δημοφιλείς αναρτήσεις

Κανὼν Ἱκετήριος εἰς τὸν Ἰησοῦν Χριστόν

Ὁ Μέγας Παρακλητικὸς Κανὼν τῆς Παναγίας

Παρακλητικός Κανών Αγίου Πορφυρίου Καυσοκαλυβίτου

Παρακλητικός Κανών Οσίου Αρσενίου - Βατοπαίδι Χαλκιδικής