Ἀπόστολος: (Α΄ Κορινθ. ιστ΄ 13-24 )
13 Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε.
14 Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω.
15 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς·
15 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς·
16 ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι.
17 Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φουρτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν·
18 ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. Ἐπιγινώσκετε οὖν τοὺς τοιούτους.
19 Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκιλλα σὺν τῇ κατ᾿ οἶκον αὐτῶν ἐκκλησίᾳ.
20 Ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ.
21 Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου.
22 Εἴ τις οὐ φιλεῖ τὸν Κύριον ᾿Ιησοῦν Χριστόν, ἤτω ἀνάθεμα. Μαρὰν ἀθᾶ.
23 Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μεθ᾿ ὑμῶν.24 Ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ ᾿Ιησοῦ· ἀμήν.
ΕΡΜΗΝΕΙΑ
13 Ἀγρυπνεῖτε, στέκεσθε σταθεροὶ εἰς τὴν πίστιν, νὰ εἶσθε θαρραλέοι καὶ δυνατοί.
14 Ὅ,τι κάνετε, νὰ γίνεται μὲ ἀγάπην.
15
Τώρα σᾶς παρακαλῶ, ἀδελφοί: ξέρετε ὅτι ἡ οἰκογένεια τοῦ Στεφανᾶ ἦσαν οἱ
πρῶτοι χριστιανοὶ τῆς Ἀχαΐας καὶ ἔταξαν τοὺς ἑαυτούς των εἰς τὴν
ὑπηρεσίαν τῶν ἁγίων.
16 Νὰ ὑποτάσσεσθε καὶ σεῖς εἰς τοὺς τοιούτους καὶ εἰς τὸν καθένα ποὺ συνεργάζεται καὶ κοπιάζει.
17 Χαίρω διὰ τὸν ἐρχομὸν τοῦ Στεφανᾶ, τοῦ Φουρτουνάτου καὶ τοῦ Ἀχαϊκοῦ, διότι αὐτοὶ ἀνεπλήρωσαν τὴν ἀπουσίαν σας·
18 καθησύχασαν τὸ δικό μου πνεῦμα καὶ τὸ δικό σας. Ν’ ἀναγνωρίζετε τοὺς τοιούτους.
19
Σᾶς χαιρετοῦν αἱ ἐκκλησίαι τῆς Ἀσίας. Σᾶς στέλνουν πολλοὺς χαιρετισμοὺς
ἐν Κυρίῳ ὁ Ἀκύλλας καὶ ἡ Πρίσκιλλα μαζὶ μὲ τὴν ἐκκλησία τοῦ σπιτιοῦ
των.
20 Σᾶς χαιρετοῦν ὅλοι οἱ ἀδελφοί. Χαιρετῆστε ἀλλήλους μὲ ἅγιον φίλημα.
21 Ὁ χαιρετισμὸς γράφεται μὲ τὸ χέρι ἐμοῦ τοῦ Παύλου.
22 Ὅποιος δὲν ἀγαπᾶ τὸν Κύριον Ἰησοῦν Χριστόν, ἂς εἶναι ἀνάθεμα. Μαρὰν ἀθά.
23 Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ νὰ εἶναι μαζί σας.24 Ἡ ἀγάπη μου εἶναι μαζί μὲ ὅλους σας ἐν Χριστῷ Ἰησοῦ. Ἀμήν.
Εὐαγγέλιο: (Ματθ. κα΄ 33-42)
Ἡ παραβολὴ τοῦ ἀμπελιοῦ
33 Ἄλλην παραβολὴν ἀκούσατε. Ἄνθρωπός τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκε καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν.
34 Ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ.
35 Καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν.
36 Πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως.
37 Ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων· ἐντραπήσονται τὸν υἱόν μου.
38 Οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ.
39 Καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος, καὶ ἀπέκτειναν.
40 Ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις;
41 Λέγουσιν αὐτῷ· κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.
42 Λέγει αὐτοῖς ὁ Ἰησοῦς· οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;
ΕΡΜΗΝΕΙΑ
Ἡ παραβολὴ τοῦ ἀμπελιοῦ
33
«Ἄλλην παραβολὴν ἀκοῦστε: Ὑπῆρχε κάποτε ἕνας οἰκοδεσπότης, ὁ ὁποῖος
ἐφύτεψε ἕνα ἀμπέλι, ἔβαλε γύρω του ἕνα φράχτη, ἔσκαψε εἰς αὐτὸ ἕνα
πατητῆρι καὶ ἔκτισε ἕνα πύργο. Ὕστερα τὸ ἐνοίκιασε εἰς γεωργοὺς καὶ
ἔφυγε εἰς ξένην χώραν.
34 Ὅταν δὲ ἐπλησίασε ὁ καιρὸς τῶν καρπῶν, ἔστειλε τοὺς δούλους του πρὸς τοὺς γεωργοὺς διὰ νὰ πάρουν τοὺς καρπούς του.
35 Ἀλλὰ οἱ γεωργοί, ἀφοῦ συνέλαβαν τοὺς δούλους του, ἕναν ἔδειραν, ἄλλον ἐσκότωσαν, ἄλλον ἐλιθοβόλησαν.
36 Πάλιν ἔστειλε ἄλλους δούλους περισσότερους ἀπὸ τοὺς πρώτους καὶ ἔκαναν εἰς αὐτοὺς τὰ ἴδια.
37 Τελευταῖον ἔστειλε πρὸς αὐτοὺς τὸν υἱό του καὶ εἶπε, «Θὰ ἐντραποῦν τὸν υἱόν μου».
38
Οἱ γεωργοὶ ὅμως, ὅταν εἶδαν τὸν υἱὸν, εἶπαν ἀναμεταξύ τους, «Αὐτὸς
εἶναι ὁ κληρονόμος. Ἐμπρὸς ἂς τὸν σκοτώσωμεν καὶ ἂς πάρωμεν τὴν
κληρονομίαν του»,
39 καὶ ἀφοῦ τὸν συνέλαβαν, τὸν ὡδήγησαν ἔξω ἀπὸ τὸ ἀμπέλι καὶ τὸν ἐσκότωσαν».
40 Ὅταν λοιπὸν ἔλθῃ ὁ ἰδιοκτήτης τοῦ ἀμπελιοῦ, τὶ θὰ κάνῃ στοὺς γεωργοὺς ἐκείνους;».
41
Λέγουν εἰς αὐτόν, «Θὰ τοὺς ἐξολοθρεύσῃ μὲ τὸν χειρότερον τρόπον καὶ τὸ
ἀμπέλι θὰ τὸ παραδώσῃ εἰς ἄλλους γεωργούς, οἱ ὁποίοι θὰ τοῦ παραδώσουν
τοὺς καρποὺς εἰς τὸν καιρόν τους».
42
Λέγει εἰς αὐτοὺς ὁ Ἰησοῦς, «Ποτὲ δὲν ἐδιαβάσατε εἰς τὰς γραφὰς, ὅτι, «Ὁ
λίθος ποὺ ἀπέρριψαν οἱ οἰκοδόμοι, ἔγινε ἀκρογωνιαῖος λίθος· ἀπὸ τὸν
Κύριον ἔγινε αὐτό, καὶ φαίνεται θαυμαστὸν εἰς τὰ μάτια μας;».