Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὴν πολυάριθμον χορείαν καὶ θεόπλοκον, τῶν Σαλῶν Πάντων ἁγίων
μακαρίσωμεν, τοὺς ἀξίως τιμηθέντας παρὰ Κυρίου. Ἐκκλησίας γὰρ τυγχάνουσι
στηρίγματα, ὑπὲρ Ἧς καθικετεύουσι τὸν Κτίσαντα, αὐτοῖς βοήσωμεν·
Χαίροις Ἅγιον σύστημα.
Ἀνδρέαν, τὸν ἐν Βασιλίδι διαλάμψαντα, μετ’ εὐφροσύνης οἱ πιστοὶ
ἀνυμνήσωμεν (γ΄)· ὡς κορυφαῖον τῆς τῶν Σαλῶν σεπτῆς χορείας. Μετ’ αὐτοῦ
δὲ τὸν ἐν Τότμα τούτου ὁμώνυμον, Ἀντώνιόν τε τοῦ Βαλαὰμ καὶ Ἀντώνιον
ἕτερον τὸν τοῦ Ζαντόσκ, Ἀρσενίους τε δύο τοὺς τῆςΝοβογράδας, μετ’ Ἀναστασίας καὶ Ἀσινὲθ τῶν Νεομαρτύρων, βοῶντες αὐτοῖς τοιαῦτα·
Χαίρετε, οἱ τῶν λόγων τοῦ Παύλου ἐκφραγίσματα·
χαίρετε, οἱ τῶν λημμάτων τῆς πλάνης καταπτώματα.
Χαίρετε, οἱ ὑπάρχοντες Ὀρθοδόξων λαμπρότης·
χαίρετε, οἱ τυγχάνοντες Ἐκκλησίας φαιδρότης.
Χαίρετε, ἥλιοι ὁλόφωτοι, Ἐκκλησίας τοῦ Χριστοῦ·
χαίρετε, στηρίγματα ἀκράδαντα, τοῦ ποιμνίου τοῦ Θεοῦ.
Χαίρετε, εἰκόνες ἐν σαρκί, ἀῤῥαγοῦς καρτερίας·
χαίρετε, ἄνθη τὰ μυρίπνοα, μυστικῆς εὐθαλείας.
Χαίρετε, τὰ πυρὸς τῆς πλάνης σβεστήρια·
χαίρετε, τὰ φωτὸς οὐρανίου κειμήλια.
Χαίρετε, στεῤῥὰ τῆς πίστεως στηρίγματα·
χαίρετε, λαμπρὰ τῆς ἀληθείας σκηνώματα.