Μνήμη τῆς τρίτης εὑρέσεως τῆς τιμίας κεφαλῆς τοῦ προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς θεῖον θησαύρισμα ἐγκεκρυμμένον τῇ γῇ, Χριστὸς ἀπεκάλυψε, τὴν Κεφαλήν σου ἡμῖν, Προφῆτα καὶ Πρόδρομε· πάντες οὖν συνελθόντες, ἐν τῇ ταύτης εὑρέσει, ᾄσμασι θεηγόροις, τὸν Σωτῆρα ὑμνοῦμεν, τὸν σῲζοντα ἡμᾶς ἐκ φθορᾶς, ταῖς ἱκεσίαις σου.
Κοντάκιον. Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Προφῆτα Θεοῦ, καὶ Πρόδρομε τῆς χάριτος, τὴν Κάραν τὴν σήν, ὡς ῥόδον ἱερώτατον, ἐκ τῆς γῆς εὑράμενοι, τὰς ἰάσεις πάντοτε λαμβάνομεν, καὶ γὰρ πάλιν ὡς πρότερον, ἐν κόσμῳ κηρύττεις τὴν μετάνοιαν.