Λόγος τρίτος· καὶ τίνα συντέλειαν αὐτῇ παρέχεται τὸ θεῖον μύρον.
1. Οὕτω δὲ πνευματικῶς συστάντας καὶ τοῦτον γεγεννημένους τὸν τρόπον,
καὶ ἐνεργείας ἀκόλουθον ἂν εἴη τυγχάνειν, ἣ τοιᾷδε γεννήσει προσήκει,
καὶ κινήσεως καταλλήλου. Καὶ τοῦτο ἡμῖν ἡ τελετὴ τοῦ θειοτάτου δύναται
μύρου· καὶ γὰρ ἐνεργοὺς ποιεῖ τὰς πνευματικὰς ἐνεργείας, τὸν μὲν ταύτην,
τὸν δὲ ἐκείνην, τὸν δὲ πλείους, ὡς ἕκαστος πρὸς τὸ μυστήριον ἔχει
παρασκευῆς. Καὶ γίνεται νῦν τοῖς τελουμένοις, ὅπερ ἐπὶ τῶν προτέρων
χρόνων αἱ τῶν ἀποστόλων χεῖρες τοῖς ἐπ’ ἐκείνων βαπτιζομένοις· καὶ γὰρ «ἐπιτιθέντων τὰς χεῖρας τῶν ἀποστόλων τοῖς μεμυημένοις, φησί, τὸ Πνεῦμα ἐδίδοτο», καὶ νῦν ὁ Παράκλητος χριομένοις ἐπιδημεῖ.
http://hristospanagia3.blogspot.gr/