ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ͵ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ͵
ΟΜΙΛΙΑ Πρὸς τοὺς καταλείψαντας τὴν ἐκκλησίαν καὶ αὐτομολήσαντας πρὸς τὰς ἱπποδρομίας καὶ τὰ θέατρα.
α. Ταῦτα ἀνεκτά; ταῦτα φορητά; Ὑμῖν γὰρ αὐτοῖς καθ΄ ὑμῶν ἐντυχεῖν
βούλομαι. Οὕτω καὶ ὁ Θεὸς ἐποίησε τοῖς Ἑβραίοις· αὐτοῖς γὰρ κατ΄ αὐτῶν
ἐντυγχάνων ἔλεγε· Λαός μου͵ τί ἐποίησά σοι͵ καὶ τί ἐλύπησά σε͵ ἢ τί
παρηνώχλησά σοι; ἀποκρίθητί μοι. Καὶ πάλιν· Τί εὕροσαν οἱ πατέρες ὑμῶν
ἐν ἐμοὶ πλημμέλημα; Τοῦτον δὴ καὶ ἐγὼ μιμήσομαι͵ καὶ ἐρῶ πρὸς ὑμᾶς
πάλιν· Ταῦτα ἀνεκτά; ταῦτα φορητά; Μετὰ μακροὺς διαύλους λόγων͵ καὶ
τοσαύτην διδασκαλίαν͵ καταλιπόντες ἡμᾶς τινες͵ πρὸς τὴν θεωρίαν τῶν
ἁμιλλητηρίων ἵππων ηὐτομόλησαν͵ καὶ οὕτως ἐξεβακχεύθησαν͵ ὥστε πᾶσαν τὴν
πόλιν ἐμπλῆσαι βοῆς καὶ κραυγῆς ἀτάκτου͵ καὶ πολὺν γέλωτα͵ μᾶλλον δὲ
θρῆνον φερούσης. Ἐγὼ οὖν οἴκοι καθήμενος͵ καὶ τῆς φωνῆς ἀκούων
ἐκρηγνυμένης͵ τῶν κλυδωνιζομένων χαλεπώτερον ἔπασχον.