Α' ΟΙΚΟΜΕΝΙΚΗ ΣΥΝΟΔΟΣ : ΕΙΚΟΝΑ ΣΤΟ ΠΡΩΤΑΤΟ ΑΓΙΟΥ ΟΡΟΥΣ - ΜΗΤΡΟΦΑΝΗΣ
ΜΟΝΑΧΟΣ (1770 Μ.Χ.) - Ο ΜΕΓΑΣ ΚΩΝΣΤΑΝΤΙΝΟΣ ΣΤΟ ΚΕΝΤΡΟ ΠΕΡΙΤΡΙΓΥΡΙΣΜΕΝΟΣ
ΑΠΟ ΕΚΚΛΗΣΙΑΣΤΙΚΟΥΣ ΠΑΤΕΡΕΣ ΤΗΣ ΠΡΩΤΗΣ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ
(ΔΙΑΚΡΙΝΟΝΤΑΙ Ο ΑΓΙΟΣ ΝΙΚΟΛΑΟΣ, ΑΓΙΟΣ ΣΠΥΡΙΔΟΝΑΣ Κ.Α.)
ΑΠΟΣΤΟΛΟΣ
ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ Κ´ 16 - 18
16
ἔκρινε γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ
χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ· ἔσπευδε γὰρ, εἰ δυνατὸν ἦν αὐτῷ, τὴν ἡμέραν
τῆς πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα. 17 Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας. 18
ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν, εἶπεν αὐτοῖς· Ὑμεῖς ἐπίστασθε, ἀπὸ πρώτης
ἡμέρας ἀφ’ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, πῶς μεθ’ ὑμῶν τὸν πάντα χρόνον
ἐγενόμην,
ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ Κ´ 28 - 36
28
προσέχετε οὖν ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ
ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ Κυρίου καὶ Θεοῦ, ἣν
περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος. 29 ἐγὼ γὰρ οἶδα τοῦτο, ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς μὴ φειδόμενοι τοῦ ποιμνίου· 30 καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω αὐτῶν. 31 διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον.