Λόγος τέταρτος· τίνα συντέλειαν αὐτῇ δίδωσιν ἡ ἱερὰ κοινωνία.
1. Μετὰ δὲ τὸ μύρον, ἐπὶ τὴν τράπεζαν εἶμεν· τοῦτο τῆς ζωῆς τὸ πέρας,
οὗ γενομένοις οὐδενὸς ἤδη δεήσει πρὸς τὴν ζητουμένην εὐδαιμονίαν.
Οὐκέτι γὰρ θάνατον καὶ τάφον καὶ ζωῆς ἀμείνονος κοινωνίαν, ἀλλ’ αὐτὸν
ἐντεῦθεν κομιζόμεθα τὸν ἀναστάντα· οὐδὲ τῶν τοῦ Πνεύματος δώρων, ὅσα
λαβεῖν ἔξεστιν, ἀλλ’ αὐτὸν τὸν εὐεργέτην, τὸν νεὼν αὐτόν, ᾧ πᾶς ὁ τῶν χαρίτων ἵδρυται κύκλος.
2. Ἔστι μὲν γὰρ ἐφ’ ἑκάστῳ τῶν μυστηρίων· καὶ τοῦτον αὐτὸν καὶ
χριόμεθα καὶ λουόμεθα καὶ οὗτος ἡμῖν τὸ δεῖπνον. Σύνεστι δὲ τοῖς
τελουμένοις καὶ τῶν αὑτοῦ μεταδίδωσιν, οὐ τὸν αὐτὸν ἐν ἅπασι τρόπον·
ἀλλὰ λούων μὲν κακίας τὸν πηλὸν ἀπαλλάττει καὶ τὴν μορφὴν ἐντίθησιν αὐτῷ
τὴν αὑτοῦ· χρίων δὲ ἐνεργὸν ποιεῖται τὰς τοῦ Πνεύματος ἐνεργείας, ὧν
αὐτὸς ἐγένετο τῆς σαρκὸς ἕνεκα θησαυρός.
http://hristospanagia3.blogspot.gr/