Κυριακή 27 Δεκεμβρίου 2015

Κυριακή μετά τήν Χριστοῦ γέννηση: Ἀπόστολος-Εὐαγγέλιο-Ὁμιλία γέροντος Ἀθανασίου Μυτιληναίου

ΑΠΟΣΤΟΛΟΣ
ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ Ϛ´ 8 - 15


8 Στέφανος δὲ πλήρης πίστεως καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ. 9 ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ Ἀλεξανδρέων καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας συζητοῦντες τῷ Στεφάνῳ, 10 καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει. 11 τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι Ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωϋσῆν καὶ τὸν Θεόν· 12 συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς, καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν καὶ ἤγαγον εἰς τὸ συνέδριον, 13 ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας· Ὁ ἄνθρωπος οὗτος οὐ παύεται ῥήματα βλάσφημα λαλῶν κατὰ τοῦ τόπου τοῦ ἁγίου καὶ τοῦ νόμου· 14 ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς. 15 καὶ ἀτενίσαντες εἰς αὐτὸν ἅπαντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου.
http://hristospanagia3.blogspot.gr/2015/12/blog-post_309.html

ΚΥΡΙΟΣ ΙΗΣΟΥΣ ΧΡΙΣΤΟΣ LORD JESUS CHRIST 3. ΑΡΧ. ΣΑΒΒΑΣ ΑΓΙΟΡΕΙΤΗΣ

«Θεία Ψυχανάλυση». Ἀρχ. Σάββας Ἁγιορείτης

Δημοφιλείς αναρτήσεις

Κανὼν Ἱκετήριος εἰς τὸν Ἰησοῦν Χριστόν

Ὁ Μέγας Παρακλητικὸς Κανὼν τῆς Παναγίας

Παρακλητικός Κανών Αγίου Πορφυρίου Καυσοκαλυβίτου

Παρακλητικός Κανών Οσίου Αρσενίου - Βατοπαίδι Χαλκιδικής