Θεοτοκίον
Δογματικόν.
Ἦχος
πλ.
α'
Τὴν
θεοπρεπῆ καὶ σεβάσμιον Κόρην τιμήσωμεν,
τὴν ὑπέρτιμον τῶν Χερουβίμ·
ὁ γὰρ δημιουργὸς τῶν ὅλων ἐνανθρωπῆσαι βουληθείς, ἐν αὐτῇ ᾤκησεν ἀφράστως. Ὢ ξένων πραγμάτων, καὶ παραδόξων μυστηρίων! τίς οὐκ ἐκπλαγῇ, τοῦτο ἀκουτισθείς; ὅτι Θεὸς ἄνθρωπος γέγονε, καὶ τροπὴ ἐν αὐτῷ οὐχ ὑπῆρξε, καὶ τῆς παρθενίας πύλας διῆλθε, καὶ μείωσις ἐν αὐτῇ οὐχ ὑπελείφθη, καθὼς ὁ Προφήτης λέγει· Ἀνθρωπος ταύτην οὐ διοδεύσει ποτέ, εἰμὴ μόνος Κύριος, ὁ Θεὸς Ἰσραήλ, ὁ ἔχων τὸ μέγα ἔλεος.

Τέλος
καί τῇ Τρισηλίῳ Θεότητι
κράτος,
αἶνος
καί
δόξα
εἰς
τούς
αἰῶνας
τῶν
αἰώνων.
Ἀμήν.
http://hristospanagia3.blogspot.gr/2015/12/blog-post_88.html