24 πέποιθα δὲ ἐν Κυρίῳ ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι.
Ὁ Ἐπαφρόδιτος
25 Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς,
26 ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς, καὶ ἀδημονῶν διότι ἠκούσατε ὅτι ἠσθένησε.
27 Καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτου· ἀλλ' ὁ Θεὸς αὐτὸν ἠλέησεν, οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπην ἐπὶ λύπην σχῶ.
28 Σπουδαιοτέρως οὖν ἔπεμψα αὐτόν, ἵνα ἰδόντες αὐτὸν πάλιν χαρῆτε, κἀγὼ ἀλυπότερος ὦ.
29 Προσδέχεσθε οὖν αὐτὸν ἐν Κυρίῳ μετὰ πάσης χαρᾶς, καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε,30 ὅτι διὰ τὸ ἔργον τοῦ Χριστοῦ μέχρι θανάτου ἤγγισε, παραβουλευσάμενος τῇ ψυχῇ ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας.
ΕΡΜΗΝΕΙΑ
24 ἔχω δὲ τὴν πεποίθησιν εἰς τὸν Κύριον ὅτι καὶ ἐγὼ ὁ ἴδιος γρήγορα θὰ ἔλθω.
Ὁ Ἐπαφρόδιτος
25
Ἀλλ’ ἐθεώρησα ἀναγκαῖον νὰ στείλω σ’ ἐσᾶς τὸν Ἐπαφρόδιτον, τὸν ἀδελφὸν
καὶ συνεργάτην καὶ συστρατιώτην μου, δικόν σας δὲ ἀπεσταλμένον καὶ
βοηθὸν εἰς τὰς ἀνάγκας μου,
26 ἐπειδὴ ὅλους σᾶς ἐποθοῦσε πάρα πολὺ καὶ ἦτο καταστεναχωρημένος, διότι ἀκούσατε ὅτι εἶχε ἀσθενήσει.
27 Πραγματικά, εἶχε ἀσθενήσει καὶ ἐκινδύνευσε νὰ πεθάνῃ ἀλλ’ ὁ Θεὸς τὸν ἐλέησε, καὶ ὄχι μόνον αὐτὸν ἀλλὰ καὶ ἐμὲ διὰ νὰ μὴ ἔχω μίαν λύπην ἐπάνω σὲ ἄλλην.
28 Τὸν στέλλω λοιπὸν, ὅσον τὸ δυνατὸν ταχύτερον, διὰ νὰ χαρῆτε ποὺ θὰ τὸν ἰδῆτε πάλιν,
29 καὶ ἡ δική μου λύπη νὰ ἐλαττωθῇ. Δεχθῆτέ τον λοιπὸν ἐν Κυρίῳ μὲ μεγάλην χαράν, καὶ νὰ τιμᾶτε τέτοιους ἀνθρώπους,30
διότι διὰ τὸ ἔργον τοῦ Χριστοῦ ἐπλησίασε μέχρι θανάτου, ριψοκινδυνεύσας
τὴν ζωήν του, διὰ νὰ ἀναπληρώσῃ τὴν ἔλλειψιν τῆς ὑπηρεσίας σας πρὸς
ἐμέ.
Εὐαγγέλιο: (Λουκ. η΄ 22 - 25 )
Ὁ Ἰησοῦς Χριστὸς κατασιγάζει τὴν θύελλαν
22 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ εἶπε πρὸς αὐτούς· διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης· καὶ ἀνήχθησαν.
23 Πλεόντων δὲ αὐτῶν ἀφύπνωσε. καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο καὶ ἐκινδύνευον.
24 Προσελθόντες δὲ διήγειραν αὐτὸν λέγοντες· ἐπιστάτα ἐπιστάτα, ἀπολλύμεθα! Ὁ δὲ ἐγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος, καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη.
25 Εἶπε δὲ αὐτοῖς· ποῦ ἐστιν ἡ πίστις ὑμῶν; Φοβηθέντες δὲ ἐθαύμασαν λέγοντες πρὸς ἀλλήλους· τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ;
ΕΡΜΗΝΕΙΑ
Ὁ Ἰησοῦς Χριστὸς κατασιγάζει τὴν θύελλαν
22
Μίαν ἡμέραν ἐμπῆκε εἰς ἕνα πλοιάριον μαζὶ μὲ τοὺς μαθητάς του καὶ τοὺς
εἶπε, «Ἂς περάσωμεν εἰς τὴν ἀντίπεραν ὄχθην τῆς λίμνης», καὶ ἔπλευσαν
εἰς τὰ ἀνοικτά.
23 Ἐνῷ δὲ ἔπλεαν, αὐτὸς ἐκοιμήθηκε. Καὶ ἐνέσκηψε ἀνεμοθύελλα εἰς τὴν λίμνην καὶ ἐγέμισαν ἀπὸ νερὰ καὶ ἐκινδύνευαν.
24
Τότε ἦλθαν καὶ τὸν ἐξύπνησαν καὶ τοῦ ἐφώναζαν, «Διδάσκαλε, διδάσκαλε,
χανόμαστε». Ὅταν αὐτὸς ἐξύπνησε, ἐπέπληξε τὸν ἄνεμον καὶ τὰ κύματα καὶ
ἔπαυσαν καὶ ἔγινε γαλήνη.
25
Τότε τοὺς εἶπε, «Ποῦ εἶναι ἡ πίστις σας;». Κατελήφθησαν δὲ ἀπὸ φόβον
καὶ ἐθαύμασαν καὶ ἔλεγαν μεταξύ τους, «Ποιὸς ἄραγε εἶναι αὐτός, ἀφοῦ καὶ
τοὺς ἀνέμους καὶ τὰ κύματα διατάσσει καὶ τὸν ὑπακούουν;».