Ἀπόστολος (Β΄ Κορινθ. ε΄ 10-15)
10 Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακόν.
11 Εἰδότες οὖν τὸν φόβον τοῦ Κυρίου ἀνθρώπους πείθομεν, Θεῷ δὲ πεφανερώμεθα, ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι.
12 Οὐ γὰρ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλὰ ἀφορμὴν διδόντες ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν, ἵνα ἔχητε πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους καὶ οὐ καρδίᾳ.
13 Εἴτε γὰρ ἐξέστημεν, Θεῷ, εἴτε σωφρονοῦμεν, ὑμῖν.
14 Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς,
15 κρίναντας τοῦτο, ὅτι εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.
15 κρίναντας τοῦτο, ὅτι εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.
ΕΡΜΗΝΕΙΑ
10
Διότι ὅλοι ἐμεῖς πρέπει νὰ φανερωθοῦμε ἐμπρὸς εἰς τὸ βῆμα τοῦ Χριστοῦ,
διὰ νὰ λάβῃ ὁ καθένας ὅ,τι τοῦ ἁρμόζει δι’ ὅσα ἔκανε μὲ τὸ σῶμά του,
εἴτε καλὸν εἴτε κακόν.
11
Ἐπειδὴ λοιπὸν ξέρομεν τὸν φόβον τοῦ Κυρίου, προσπαθοῦμεν νὰ πείσωμεν
τοὺς ἀνθρώπους, ἀλλ’ εἰς τὸν Θεὸν εἴμεθα φανεροί, ἐλπίζω δὲ ὅτι ἔχομεν
γίνει φανεροὶ καὶ εἰς τὰ συνειδήσεις σας.
12
Δὲν συσταίνομε πάλιν τοὺς ἑαυτούς μας σ’ ἐσᾶς, ἀλλὰ σᾶς δίδομεν
εὐκαιρίαν νὰ ὑπερηφανεύεσθε γιὰ μᾶς, διὰ νὰ ἔχετε κάτι νὰ πῆτε εἰς
ἐκείνους ποὺ καυχῶνται διὰ τὸ πρόσωπον καὶ ὄχι γιὰ ὅ,τι εἶναι στὴν
καρδιά.
13 Ἐὰν ὑπήρξαμεν ἐκτὸς τοῦ ἑαυτοῦ μας, τὸ ἐκάναμε διὰ τὸν Θεόν, ἐὰν εἴμεθα λογικοὶ αὐτὸ γίνεται διὰ τὴν δικήν σας ὠφέλειαν.
14
Διότι ἡ ἀγάπη τοῦ Χριστοῦ μᾶς συγκρατεῖ· ἔχομεν καταλήξει εἰς τὸ
συμπέρασμα ὅτι ἐὰν ἕνας ἐπέθανε δι’ ὅλους, ἄρα ἐπέθαναν ὅλοι·
15
καὶ ἐπέθανε δι’ ὅλους ὥστε ἐκεῖνοι ποὺ ζοῦν νὰ μὴ ζοῦν πλέον διὰ τὸν
ἑαυτόν τους, ἀλλὰ δι’ ἐκεῖνον ποὺ ἐπέθανε γι’ αὐτοὺς καὶ ἀναστήθηκε.
9 Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις ἦλθεν ὁ Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην.
10 Καὶ εὐθέως ἀναβαίνων ἀπὸ τοῦ ὕδατος εἶδε σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ Πνεῦμα ὡς περιστερὰν καταβαῖνον ἐπ᾿ αὐτόν·
11 καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ ηὐδόκησα.
12 Καὶ εὐθέως τὸ Πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον·
13 καὶ ἦν ἐκεῖ ἐν τῇ ἐρήμῳ ἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.
14 Μετὰ δὲ τὸ παραδοθῆναι Ἰωάννην ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας τοῦ Θεοῦ
15 καὶ λέγων ὅτι πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ· μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.
ΕΡΜΗΝΕΙΑ
9 Κατ’ ἐκείνας τὰς ἡμέρας ἦλθεν ὁ Ἰησοῦς ἀπὸ τὴν Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθηκε εἰς τὸν Ἰορδάνην ἀπὸ τὸν Ἰωάννην.
10 Καὶ ἐνῷ ἀνέβαινε ἀπὸ τὸ νερὸ, εἶδε νὰ ἀνοίγουν οἱ οὐρανοὶ καὶ τὸ Πνεῦμα σὰν περιστερὰ νὰ κατεβαίνῃ ἐπάνω του.
11 Καὶ φωνὴ ἀκούσθηκε ἀπὸ τοὺς οὐρανούς: Σὺ εἶσαι ὁ Υἱός μου ὁ ἀγαπητὸς εἰς τὸν ὁποῖον εὐαρεστοῦμε.
12 Καὶ ἀμέσως τὸ Πνεῦμα τὸν ὁδηγεῖ ἔξω εἰς τὴν ἔρημον καὶ ἔμεινε εἰς τὴν ἔρημον σαράντα ἡμέρες,
13 πειραζόμενος ἀπὸ τὸν Σατανᾶν. Καὶ ἦτο μαζὶ μὲ τὰ θηρία καὶ οἱ ἄγγελοι τὸν ὑπηρετοῦσαν.
14 Μετὰ τὴν σύλληψιν τοῦ Ἰωάννου, ἦλθε ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν καὶ ἐκήρυττε τὸ εὐαγγέλιον τοῦ Θεοῦ
15 καὶ ἔλεγε ὅτι ὁ χρόνος ἔχει συμπληρωθῆ καὶ ἐπλησίασε ἡ βασιλεία τοῦ Θεοῦ. «Μετανοεῖτε καὶ πιστεύετε εἰς τὸ εὐαγγέλιον».