Τετάρτη 13 Απριλίου 2016

ΨΑΛΜΟΣ 138

 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ. - ΚΥΡΙΕ, ἐδοκίμασάς με, καὶ ἔγνως με· 2 σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου, σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν· 3 τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου ἐξιχνίασας καὶ πάσας τὰς ὁδούς μου προεῖδες, 4 ὅτι οὐκ ἔστι δόλος ἐν γλώσσῃ μου. 5 ἰδού, Κύριε, σὺ ἔγνως πάντα, τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα· σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπ᾿ ἐμὲ τὴν χεῖρά σου. 6 ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν. 7 ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; 8 ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ, ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει· 9 ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ᾿ ὄρθρον καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, 10 καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου.

http://hristospanagia3.blogspot.gr/

ΚΥΡΙΟΣ ΙΗΣΟΥΣ ΧΡΙΣΤΟΣ LORD JESUS CHRIST 3. ΑΡΧ. ΣΑΒΒΑΣ ΑΓΙΟΡΕΙΤΗΣ

«Θεία Ψυχανάλυση». Ἀρχ. Σάββας Ἁγιορείτης

Δημοφιλείς αναρτήσεις

Κανὼν Ἱκετήριος εἰς τὸν Ἰησοῦν Χριστόν

Ὁ Μέγας Παρακλητικὸς Κανὼν τῆς Παναγίας

Παρακλητικός Κανών Αγίου Πορφυρίου Καυσοκαλυβίτου

Παρακλητικός Κανών Οσίου Αρσενίου - Βατοπαίδι Χαλκιδικής