Πέμπτη 27 Απριλίου 2017

Ὅσιος Συμεὼν ὁ Νέος Θεολόγος - Λόγος περὶ τῆς τοῦ Χριστοῦ Ἀναστάσεως (Λόγος ΙΓ´)


 
Περί τῆς τοῦ Χριστοῦ ἀναστάσεως. Καί ὁποία τίς ἐστιν ἢ πῶς ἐν ἡμῖν γίνεται ἡ ἀνάστασις τοῦ Χριστοῦ καὶ ἐν αὐτῇ ἡ ἀνάστασις τῆς ψυχῆς.
Καί τί τὸ μυστήριον ταύτης τῆς ἀναστάσεως.

Ἐλέχθη μετὰ τὸ Πάσχα τῇ δευτέρᾳ τῆς δευτέρας ἑβδομάδος τοῦ Πάσχα.

Ἀδελφοὶ καὶ πατέρες, ἤδη τὸ Πάσχα, ἡ χαρμόσυνος ἡμέρα, ἡ πάσης εὐφροσύνης καὶ θυμηδίας, τῆς τοῦ Χριστοῦ ἀναστάσεως κατὰ περίοδον τοῦ χρόνου παραγινομένης ἀεὶ μᾶλλον δὲ καθ᾿ ἑκάστην καὶ ἀεννάως γινομένης ἐν τοῖς εἰδόσι τὸ μυστήριον ταύτης, χαρᾶς καὶ ἀγαλλιάσεως (Πρβ. Λουκ. α´ 14) ἀφάτου ἐπλήρωσε τὰς καρδίας ἡμῶν, λύσασα ἐπὶ τὸ αὐτὸ τῆς πανσέπτου νηστείας τὸν κόπον ἢ μᾶλλον εἰπεῖν, τελειώσασα καὶ ἅμα παρακαλέσασα ἡμῶν τὰς ψυχάς, διὸ καὶ πρὸς ἀνάπαυσιν καὶ εὐχαριστίαν πάντας ὁμοῦ τοὺς πιστοὺς προσκαλεσαμένη, ὡς ὁρᾶτε, διῆλθεν. Εὐχαριστήσωμεν οὖν τῷ Κυρίῳ, τῷ διαβιβάσαντι ἡμᾶς τὸ πέλαγος (Πρβ. Σ. Σολ. ι´ 18) τῆς νηστείας καὶ εἰς τὸν λιμένα τῆς αὐτοῦ ἀναστάσεως ἀγαγόντι μετ᾿ εὐθυμίας ἡμᾶς· εὐχαριστήσωμεν αὐτῷ, οἵ τε καλῶς καὶ προθύμως μετὰ ζεούσης προθέσεως καὶ ἀγώνων τῆς ἀρετῆς τὸν δρόμον διανύσαντες τῆς νηστείας καὶ οἱ ἀσθενήσαντες περὶ ταῦτα δι᾿ ὀλιγωρίαν καὶ ψυχῆς ἀσθένειαν, ἐπειδή αὐτός ἐστιν ὁ καὶ τοῖς σπουδαίοις ὑπὲρ ἐκ περισσοῦ διδοὺς τοὺς στεφάνους καὶ τοὺς ἀξίους μισθοὺς τῶν ἔργων αὐτῶν, καὶ συγγνώμην αὖθις τοῖς ἀσθενεστέροις, ὡς ἐλεήμων καὶ φιλάνθρωπος, ἀπονέμων.
http://hristospanagia3.blogspot.gr/

ΚΥΡΙΟΣ ΙΗΣΟΥΣ ΧΡΙΣΤΟΣ LORD JESUS CHRIST 3. ΑΡΧ. ΣΑΒΒΑΣ ΑΓΙΟΡΕΙΤΗΣ

«Θεία Ψυχανάλυση». Ἀρχ. Σάββας Ἁγιορείτης

Δημοφιλείς αναρτήσεις

Κανὼν Ἱκετήριος εἰς τὸν Ἰησοῦν Χριστόν

Ὁ Μέγας Παρακλητικὸς Κανὼν τῆς Παναγίας

Παρακλητικός Κανών Αγίου Πορφυρίου Καυσοκαλυβίτου

Παρακλητικός Κανών Οσίου Αρσενίου - Βατοπαίδι Χαλκιδικής