Νικηφόρου Θεοτόκη,
Ἀρχιεπισκόπου Ἀστραχὰν καὶ Σταυρουπόλεως
ἀπόσπασμα ὁμιλίας
στὸ ἀποστολικὸ Ἀνάγνωσμα τῆς εἰκοστῆς πέμπτης Κυριακῆς
(Ἐφεσ. δ´ 1-7)
Γ´
Ἠλ. στοιχειοθ. «ΧΡΙΣΤ. ΒΙΒΛΙΟΓΡΑΦΙΑ»
. Γνωστὰ καὶ φανερὰ εἰσι
τὰ πολλὰ καὶ μεγάλα ἁμαρτήματα τὰ ἐκ τῆς ἀδιαφορίας προερχόμενα καὶ ὅμως
τινὲς νομίζουσιν, ὅτι ἡ ἀδιαφορία οὐκ ἔστιν ἁμαρτία, ἐπειδὴ οὐδὲ
ἐντολή, οὐδὲ νόμος αὐτὴν ἐμποδίζει. «Μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων,
ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς». Καὶ τί ἄλλο ἐστὶν ἡ ἀδιαφορία, εἰμὴ παντελὴς ἀθέτησις τῆς δευτέρας ἐντολῆς τοῦ Θεοῦ, ἤγουν τῆς τοῦ πλησίον ἀγάπης;
Τίς ἐστιν ἐκεῖνος ὁ ἄνθρωπος, ὅστις ἀγαπᾶ τὸν πλησίον αὐτοῦ ὡς ἑαυτόν,
ἔπειτα βλέπων αὐτὸν δυστυχοῦντα ἢ δυστυχίαν κοσμικήν, ἢ συμφορὰν
ψυχικήν, καὶ δυνάμενος βοηθῆσαι αὐτῷ, διαμένει ἀκίνητος καὶ ἀναίσθητος,
παραβλέπων τὴν τούτου ἀπώλειαν; Ἀνοίξατε τὴν θείαν γραφήν, καὶ ἴδετε
ἐκεῖ τὴν δικαιοτάτην κρίσιν τοῦ Θεοῦ κατὰ τῶν ἀδιαφορούντων.
http://hristospanagia3.blogspot.gr/2015/11/blog-post_962.html